26 | GEN 1:26 | Καὶ εἶπεν ὁ Θεός, Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. |
37 | GEN 2:6 | Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. |
41 | GEN 2:10 | Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. |
152 | GEN 6:14 | Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτόν· καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. |
180 | GEN 7:20 | Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ· καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. |
206 | GEN 8:22 | Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα, οὐ καταπαύσουσι. |
210 | GEN 9:4 | Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. |
233 | GEN 9:27 | Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ· καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. |
249 | GEN 10:14 | καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασμωνιεὶμ, ὅθεν ἐξῆλθε Φυλιστιεὶμ, καὶ τοὺς Γαφθοριείμ. |
340 | GEN 14:3 | Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. |
350 | GEN 14:13 | Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ τοῦ ἀδελφοῦ Αὐνὰν, οἳ ἦσαν συνωμόται τοῦ Ἅβραμ. |
361 | GEN 14:24 | Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετʼ ἐμοῦ Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. |
373 | GEN 15:12 | Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. |
411 | GEN 17:13 | Περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου, καὶ ὁ ἀργυρώνητος· καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. |
418 | GEN 17:20 | Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν, καὶ αὐξανῶ αὐτὸν, καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. |
462 | GEN 19:4 | Πρὸ τοῦ κοιμηθῆναι δὲ, οἱ ἄνδρες τῆς πόλεως, οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. |
513 | GEN 20:17 | Προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ· καὶ ἔτεκον. |
518 | GEN 21:4 | Περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. |
548 | GEN 21:34 | Παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς. |
576 | GEN 23:4 | Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθʼ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθʼ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπʼ ἐμοῦ. |
583 | GEN 23:11 | Παρʼ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν, καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ, σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου. |
609 | GEN 24:17 | Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. |
660 | GEN 25:1 | Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα. |
742 | GEN 27:14 | Πορευθεὶς δὲ ἔλαβε, καὶ ἤνεγκε τῇ μητρί· καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. |
775 | GEN 28:1 | Προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ, εὐλόγησεν αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ, λέγων, οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων. |
863 | GEN 30:32 | Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθός. |
890 | GEN 31:16 | Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν· νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεὸς, ποίει. |
932 | GEN 32:4 | Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτοὺς, παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί. |
975 | GEN 33:14 | Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ· ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. |
993 | GEN 34:12 | Πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. |
1102 | GEN 37:18 | Προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτούς· καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. |
1120 | GEN 37:36 | Οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ. |
1130 | GEN 38:10 | Πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο· καὶ ἐθανάτωσε καὶ τοῦτον. |
1151 | GEN 39:1 | Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραὼ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν Ἰσμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. |
1228 | GEN 41:32 | Περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δὶς, ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ Θεοῦ· καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. |
1241 | GEN 41:45 | Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα. |
1246 | GEN 41:50 | Τῷ δὲ Ἰωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως. |
1249 | GEN 41:53 | Παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου. |
1264 | GEN 42:11 | Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσιν οἱ παῖδές σου κατάσκοποι. |
1310 | GEN 43:19 | Προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ, ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου, |
1334 | GEN 44:9 | Παρʼ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παιδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. |
1359 | GEN 44:34 | Πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθʼ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου. |
1407 | GEN 46:20 | Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ. |
1413 | GEN 46:26 | Πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ, ἑξηκονταέξ· |
1414 | GEN 46:27 | Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ, ψυχαὶ ἐννέα. Πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ, αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, ψυχαὶ ἑβδομηκονταπέντε. |
1502 | GEN 49:28 | Πάντες οὕτοι υἱοὶ Ἰακὼβ δώδεκα· καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· καὶ εὐλόγησεν αὐτούς· ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς. |
1518 | GEN 50:11 | Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτὰδ, καὶ εἶπαν, πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. |
1544 | EXO 1:11 | Καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραῷ, τήν τε Πειθὼ, καὶ Ῥαμεσσῆ, καὶ Ὢν, ἥ ἐστιν Ἡλιού πολις. |
1567 | EXO 2:12 | Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα, καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. |
1572 | EXO 2:17 | Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. |
1573 | EXO 2:18 | Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς, διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; |
1769 | EXO 9:26 | Πλὴν ἐν γῇ Γεσὲμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ἐγένετο ἡ χάλαζα. |
1795 | EXO 10:17 | Προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν, καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπʼ ἐμοῦ τὸν θάνατον τοῦτον. |
1822 | EXO 12:5 | Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λὴψεσθε. |
1828 | EXO 12:11 | Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ Κυρίῳ. |
1837 | EXO 12:20 | Πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα. |
1859 | EXO 12:42 | Προφυλακή ἐστι τῷ Κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη, προφυλακὴ Κυρίῳ, ὥστε πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἶναι εἰς γενεὰς αὐτῶν. |
1862 | EXO 12:45 | Πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. |
1864 | EXO 12:47 | Πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ποιήσει αὐτό. |
1881 | EXO 13:13 | Πᾶν διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό· πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. |
1926 | EXO 15:5 | Πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. |
1944 | EXO 15:23 | Ἦλθον δὲ εἰς Μεῤῥᾶ, καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. |
1991 | EXO 17:7 | Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς, καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον, λέγοντας, εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; |
2132 | EXO 22:17 | Πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποκτενεῖτε αὐτούς. |
2135 | EXO 22:20 | Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. |
2158 | EXO 23:13 | Πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε· καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν. |
2166 | EXO 23:21 | Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπʼ αὐτῷ. |
2168 | EXO 23:23 | Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Χαναναῖον, καὶ Γεργεσαῖον, καὶ Εὑαῖον, καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς. |
2209 | EXO 25:13 | Ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα, καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· |
2215 | EXO 25:19 | Ποιηθήσονται χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. |
2235 | EXO 25:39 | Πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. |
2239 | EXO 26:3 | Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας· καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ. |
2241 | EXO 26:5 | Πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην. |
2249 | EXO 26:13 | Πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέῤῥεων, ἐκ τοῦ μήκους τῶν δέῤῥεων τῆς σκηνῆς· ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ. |
2290 | EXO 27:17 | Πάντες οἱ στύλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. |
2310 | EXO 28:16 | Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος. |
2328 | EXO 28:34 | Παρὰ ῥοΐσκον χρυσοῦν δώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· |
2397 | EXO 30:14 | Πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. |
2441 | EXO 32:2 | Καὶ λέγει αὐτοῖς Ἀαρὼν Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων, καὶ ἐνέγκατε πρός με. |
2447 | EXO 32:8 | Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσκεκυνήκασιν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν, Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. |
2508 | EXO 34:11 | Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὑαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον. |
2509 | EXO 34:12 | Πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτὴν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. |
2516 | EXO 34:19 | Πᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικὰ, πᾶν πρωτότοκον μόσχου, καὶ πρωτότοκον προβάτου. |
2666 | EXO 39:1 | Πᾶν τὸ χρυσίον, ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς, ἐννέα καὶ εἴκοσι τάλαντα, καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον· |
2668 | EXO 39:3 | Πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας, καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα. |
2774 | LEV 2:11 | Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπʼ αὐτοῦ, καρπῶσαι Κυρίῳ δῶρον. |
2861 | LEV 6:4 | Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται. |
2870 | LEV 6:13 | Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπʼ αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ. |
2872 | LEV 6:15 | Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶ Κυρίῳ. |
2886 | LEV 7:6 | Πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά· ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν. |
2905 | LEV 7:25 | Πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει ἀπʼ αὐτῶν κάρπωμα Κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. |
2906 | LEV 7:26 | Πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν, ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν. |
2907 | LEV 7:27 | Πᾶσα ψυχὴ ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. |
3001 | LEV 11:3 | Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε. |
3002 | LEV 11:4 | Πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν. |
3021 | LEV 11:23 | Πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς εἰσι τέσσαρες πόδες, βδελύγματά ἐστιν ὑμῖν, |
3034 | LEV 11:36 | Πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καθαρόν· ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται. |
3099 | LEV 13:46 | Πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπʼ αὐτὸν ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή. |
3173 | LEV 15:4 | Πᾶσα κοίτη ἐφʼ ἧς ἂν κοιμηθῇ ἐπʼ αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφʼ ὃ ἂν καθίσῃ ἐπʼ αὐτὸ ὁ γονοῤῤυὴς, ἀκάθαρτον ἔσται. |
3196 | LEV 15:27 | Πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |