48 | GEN 2:17 | Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ· ᾗ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. |
61 | GEN 3:5 | Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. |
142 | GEN 6:4 | Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετʼ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν αὐτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπʼ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. |
155 | GEN 6:17 | Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. |
273 | GEN 11:6 | Καὶ εἶπε Κύριος, ἰδοὺ γένος ἓν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπʼ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν. |
311 | GEN 12:12 | Ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτὴ, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. |
444 | GEN 18:19 | Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν. |
466 | GEN 19:8 | Εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς καθὰ ἂν ἀρέσκοι ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. |
520 | GEN 21:6 | Εἶπε δὲ Σάῤῥα, γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι. |
526 | GEN 21:12 | Εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραὰμ, μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου, καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. |
587 | GEN 23:15 | Οὐχὶ, κύριε· ἀκήκοα γὰρ, γῆ τετρακοσίων διδράχμων ἀργύριου· ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον. |
606 | GEN 24:14 | Καὶ ἔσται ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ. |
611 | GEN 24:19 | Καὶ εἶπε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. |
635 | GEN 24:43 | ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ, |
703 | GEN 26:10 | Εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ, τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφʼ ἡμᾶς ἄγνοιαν. |
758 | GEN 27:30 | Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. |
789 | GEN 28:15 | Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. |
869 | GEN 30:38 | Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. |
873 | GEN 30:42 | Ἡνίκα δʼ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. |
906 | GEN 31:32 | Καὶ εἶπεν Ἰακὼβ, παρʼ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρʼ ἐμοὶ τῶν σῶν, καὶ λάβε· καὶ οὐκ ἐπέγνω παρʼ αὐτῷ οὐθέν· οὐκ ᾔδει δὲ Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. |
916 | GEN 31:42 | Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεός· καὶ ἤλεγξέ σε χθές. |
993 | GEN 34:12 | Πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. |
1301 | GEN 43:10 | Εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. |
1333 | GEN 44:8 | Εἰ τὸ μὲν ἀργύριον, ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναὰν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον; |
1334 | GEN 44:9 | Παρʼ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παιδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. |
1335 | GEN 44:10 | Ὁ δὲ εἶπε, καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται· παρʼ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί. |
1527 | GEN 50:20 | Ὑμεῖς ἐβουλεύσασθε κατʼ ἐμοῦ εἰς πονηρὰ, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ τραφῇ λαὸς πολύς. |
1543 | EXO 1:10 | Δεῦτε οὖν κατασοφισώμεθα αὐτοὺς, μήποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους, καὶ ἐκπολεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς. |
1772 | EXO 9:29 | Εἶπε δὲ αὐτῷ Μωυσῆς, ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χὰλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ. |
1803 | EXO 10:25 | Καὶ εἶπε Μωυσῆς, ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἂ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν. |
1806 | EXO 10:28 | Καὶ λέγει Φαραὼ, ἄπελθε ἀπʼ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δʼ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. |
1832 | EXO 12:15 | Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε· ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. |
1836 | EXO 12:19 | Ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκιαῖς ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζυμωτὸν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ἰσραήλ· ἔν τε τοῖς γειώραις, καὶ αὐτόχθοσι τῆς γῆς. |
1842 | EXO 12:25 | Ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην. |
1877 | EXO 13:9 | Καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ὁ Θεὸς ἐξ Αἰγύπτου. |
1879 | EXO 13:11 | Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν. |
1937 | EXO 15:16 | Ἐπιπέσοι ἐπʼ αὐτοὺς τρόμος καὶ φόβος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε· ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. |
2072 | EXO 20:20 | Καὶ λέγει αὐτοῖς Μωυσῆς, θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. |
2078 | EXO 20:26 | Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπʼ αὐτοῦ. |
2100 | EXO 21:22 | Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, δώσει μετὰ ἀξιώματος. |
2122 | EXO 22:7 | κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου, καὶ ὑποζυγίου, καὶ προβάτου, καὶ ἱματίου, καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης· ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ, ἀποτίσει διπλοῦν τῷ πλησίον. |
2167 | EXO 23:22 | Ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου, καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι. |
2175 | EXO 23:30 | Κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν. |
2198 | EXO 25:2 | εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήψεσθε τὰς ἀπαρχάς μου. |
2212 | EXO 25:16 | Καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῶ σοι. |
2217 | EXO 25:21 | Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῶ σοι. |
2332 | EXO 28:38 | Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών· καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς δεκτὸν αὐτοῖς ἔναντι Κυρίου. |
2396 | EXO 30:13 | Καὶ τοῦτό ἐστιν ὅ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον, εἴκοσι ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ. |
2416 | EXO 30:33 | Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπʼ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. |
2421 | EXO 30:38 | Ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ. |
2473 | EXO 32:34 | Νυνὶ δὲ βάδιζε, κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου· ᾖ δʼ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπʼ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν |
2482 | EXO 33:8 | Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνὴν. |
2483 | EXO 33:9 | Ὡς δʼ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωσῇ· |
2487 | EXO 33:13 | Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. |
2493 | EXO 33:19 | Καὶ εἶπεν, ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρῶ. |
2496 | EXO 33:22 | Ἡνίκα δʼ ἂν παρέλθηνᾑ ᾑ δόξα μου, καί θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω. |
2521 | EXO 34:24 | Ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου, καὶ πλατυνῶ τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ. |
2531 | EXO 34:34 | Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς, ἔναντι Κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι· καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ ὅσα ἐνετείλατο αὐτῷ Κύριος. |
2532 | EXO 34:35 | Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωυσέως, ὅτι δεδόξασται· καὶ περιέθηκε Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. |
2744 | EXO 40:36 | Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. |
2771 | LEV 2:8 | Καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιήσῃ ἐκ τούτων τῷ Κυρίῳ, καὶ προσοίσει πρὸς τὸν ἱερέα. |
2774 | LEV 2:11 | Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπʼ αὐτοῦ, καρπῶσαι Κυρίῳ δῶρον. |
2834 | LEV 5:3 | ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ. |
2846 | LEV 5:15 | ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε. |
2848 | LEV 5:17 | Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ ποιήσει μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν, |
2852 | LEV 5:21 | ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἔντειλαι τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπʼ αὐτοῦ, οὐ σβεσθήσεται. |
2853 | LEV 5:22 | ἢ εὗρεν ἀπωλίαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις· Καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου. |
2863 | LEV 6:6 | τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τὸπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τοδειλινόν. |
2896 | LEV 7:16 | Καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον. |
2901 | LEV 7:21 | Καὶ ἡ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτω ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. |
2907 | LEV 7:27 | Πᾶσα ψυχὴ ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. |
3030 | LEV 11:32 | Καὶ πᾶν ἐφʼ ὃ ἂν ἐπιπέσῃ ἀπʼ αὐτῶν ἐπʼ αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας· καὶ καθαρὸν ἔσται. |
3032 | LEV 11:34 | Καὶ πᾶν βρῶμα, ὃ ἔσθεται, εἰς ὃ ἂν ἐπέλθῃ ἐπʼ αὐτὸ ὕδωρ, ἀκάθαρτον ἔσται· καὶ πᾶν ποτὸν, ὃ πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάθαρτον ἔσται. |
3049 | LEV 12:4 | Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς· παντὸς ἁγίου οὐξ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. |
3067 | LEV 13:14 | Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται. |
3105 | LEV 13:52 | Κατακαύσει τὸ ἱμάτιον, ἢ τὸν στήμονα, ἢ τὴν κρόκην ἐν τοῖς ἐρέοις, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ ἡ ἁφὴ, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται. |
3114 | LEV 14:2 | οὗτος ὁ νὁμος τοῦ λεπροῦ· ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα. |
3146 | LEV 14:34 | ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν· |
3148 | LEV 14:36 | Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν, πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἂν ᾖ ἐν τῇ οἰκίᾳ· καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν. |
3173 | LEV 15:4 | Πᾶσα κοίτη ἐφʼ ἧς ἂν κοιμηθῇ ἐπʼ αὐτῆς ὁ γονοῤῥυὴς, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφʼ ὃ ἂν καθίσῃ ἐπʼ αὐτὸ ὁ γονοῤῤυὴς, ἀκάθαρτον ἔσται. |
3175 | LEV 15:6 | Καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφʼ ὃ ἂν καθίσῃ ὁ γονοῤῥυὴς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3178 | LEV 15:9 | Καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφʼ ὃ ἂν ἐπιβῇ ἐπʼ αὐτὸ ὁ γονοῤῥυὴς, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. |
3179 | LEV 15:10 | Καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων αὐτὰ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3181 | LEV 15:12 | Καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονοῤῥυὴς, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι, καὶ καθαρὸν ἔσται. |
3185 | LEV 15:16 | Καὶ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3186 | LEV 15:17 | Καὶ πᾶν ἱμάτιον, καὶ πᾶν δέρμα ἐφʼ ὃ ἂν ᾖ ἐπʼ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. |
3188 | LEV 15:19 | Καὶ γυνὴ ἥτις ἂν ᾖ ῥέουσα αἵματι, καὶ ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3189 | LEV 15:20 | Καὶ πᾶν ἐφʼ ὃ ἂν κοιτάζηται ἐπʼ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται· καὶ πᾶν ἐφʼ ὃ ἂν ἐπικαθίσῃ ἐπʼ αὐτὸ, ἀκάθαρτον ἔσται. |
3190 | LEV 15:21 | Καὶ πᾶς ὃς ἂν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3193 | LEV 15:24 | Ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετʼ αὐτῆς, καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπʼ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ πᾶσα κοίτη ἐφʼ ᾗ ἂν κοιμηθῇ ἐπʼ αὐτῇ, ἀκάθαρτος ἔσται. |
3195 | LEV 15:26 | Καὶ πᾶσα κοίτη ἐφʼ ἧς ἂν κοιμηθῇ ἐπʼ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου, ἔσται αὐτῇ· καὶ πᾶν σκεῦος ἐφʼ ὃ ἂν καθίσῃ ἐπʼ αὐτὸ, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. |
3202 | LEV 15:33 | καὶ τῇ αἱμοῤῥοούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονοῤῥυὴς ἐν τῇ ῥύσει αὐτοῦ τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης. |
3219 | LEV 16:17 | Καὶ πᾶς ἄνθρώπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ. |
3234 | LEV 16:32 | Ἐξιλάσεται ὁ ἱερεὺς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν. |
3239 | LEV 17:3 | ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον, ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, |
3240 | LEV 17:4 | καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου· καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αὶμα ἐξέχεεν· ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. |
3241 | LEV 17:5 | Ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα· καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά. |
3244 | LEV 17:8 | Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν, |
3246 | LEV 17:10 | Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα· καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς. |
3249 | LEV 17:13 | Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινὸν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ. |