81 | GEN 4:1 | Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. |
105 | GEN 4:25 | Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. |
377 | GEN 15:16 | Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. |
437 | GEN 18:12 | Ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. |
613 | GEN 24:21 | Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτήν· καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. |
715 | GEN 26:22 | Ἀπᾴρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον· καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Εὐρυχωρία, λέγων, διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. |
749 | GEN 27:21 | Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακὼβ, ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. |
794 | GEN 28:20 | Καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων, ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετʼ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι, |
803 | GEN 29:7 | Καὶ εἶπεν Ἰακὼβ, ἔτι ἐστὶν ἡμέρα πολλὴ· οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε. |
887 | GEN 31:13 | Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. |
1116 | GEN 37:32 | Καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον, καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν· καὶ εἶπαν, τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σου ἐστὶν, ἢ οὔ. |
1248 | GEN 41:52 | Τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν, Ἐφραίμ· ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. |
1269 | GEN 42:16 | Ἀποστείλατε ἐξ ὑμῶν ἕνα, καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν· ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μὴ, νὴ τὴν ὑγίειαν Φαραὼ, ἦ μὴν κατάσκοποί ἐστε. |
1715 | EXO 7:29 | Καὶ ἐπὶ σὲ, καὶ ἐπὶ τοὺς θεράποντάς σου, καὶ ἐπὶ τὸν λαόν σου, ἀναβήσονται οἱ βάτραχοι. Καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν, εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπʼ ἐμοῦ, καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ· καὶ ἐξαποστελῶ αὐτοὺς, καὶ θύσωσι τῷ Κυρίῳ. |
1716 | EXO 8:1 | Εἶπε δὲ Μωυσῆς πρὸς Φαραὼ, τάξαι πρὸς με πότε εὔξομαι περὶ σοῦ, καὶ περὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ, καὶ ἀπὸ τοῦ λαοῦ σου, καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. |
1717 | EXO 8:2 | Ὁ δὲ εἶπεν, εἰς αὔριον· εἶπεν οὖν, ὡς εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου· |
1730 | EXO 8:15 | Καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ, καὶ ἀνὰ μέσον τοῦ σου λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τοῦτο ἐπὶ τῆς γῆς. |
1735 | EXO 8:20 | Καὶ εἶπε Φαραὼ, ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ· ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. |
1736 | EXO 8:21 | Εἶπε δὲ Μωυσῆς, ὁ δὲ ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ, καὶ εὔξομαι πρὸς τὸν Θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου, καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι Φαραὼ ἐξαπατῆσαι, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. |
1737 | EXO 8:22 | Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ, καὶ ηὔξατο πρὸς τὸν Θεόν. |
1748 | EXO 9:5 | Καὶ ἔδωκεν ὁ Θεὸς ὅρον, λέγων, ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς. |
1761 | EXO 9:18 | Ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας ἔκτισται, ἕως τῆς ἡμέρας ταύτης. |
1771 | EXO 9:28 | Εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ, καὶ χάλαζαν, καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν. |
1782 | EXO 10:4 | Ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου. |
1796 | EXO 10:18 | Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ, καὶ ηὔξατο πρὸς τὸν Θεόν. |
1952 | EXO 16:4 | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ· καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου, ἢ οὔ· |
1971 | EXO 16:23 | Εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς, οὐ τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησε Κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωΐ. |
1991 | EXO 17:7 | Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς, καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον, λέγοντας, εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; |
1993 | EXO 17:9 | Εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῖ, Ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. |
2037 | EXO 19:10 | Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια, |
2069 | EXO 20:17 | Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου, οὔτε τὸν ἀγρὸν αὐτοῦ, οὔτε τὸν παῖδα αὐτοῦ, οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε ὅσα τῷ πλησίον σου ἐστί. |
2444 | EXO 32:5 | Καὶ ἰδὼν Ἀαρὼν ᾠκοδόμησε θυσιαστήριον κατέναντι αὐτοῦ· καὶ ἐκήρυξεν Ἀαρὼν λέγων, ἑορτὴ τοῦ κυρίου αὔριον. |
2469 | EXO 32:30 | Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπε Μωυσῆς πρὸς τὸν λαὸν, ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλη· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν. |
2896 | LEV 7:16 | Καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον. |
3192 | LEV 15:23 | Ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπʼ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. |
3288 | LEV 19:6 | ᾟ ἂν ἡμέρᾳ θύσετε, βρωθήσεται, καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται. |
3573 | LEV 27:2 | λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς, ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ Κυρίῳ, |
3719 | NUM 3:26 | καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ. |
3810 | NUM 5:17 | Καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ. |
3826 | NUM 6:2 | καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, |
3845 | NUM 6:21 | Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται Κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας. |
4027 | NUM 11:2 | Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. |
4043 | NUM 11:18 | Καὶ τῷ λαῷ ἐρεῖς, ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα· ὅτι ἐκλαύσατε ἔναντι Κυρίου, λέγοντες, τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγυπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα. |
4048 | NUM 11:23 | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ. |
4096 | NUM 13:20 | Καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη· εἰ ἔστιν ἐν αὐτῇ δένδρα, ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι, ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. |
4134 | NUM 14:25 | Ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρᾶν. |
4150 | NUM 14:41 | Καὶ εἶπε Μωυσῆς, ἱνατί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν. |
4202 | NUM 16:7 | καὶ ἐπίθετε ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπʼ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν υἱοὶ Λευί. |
4211 | NUM 16:16 | Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ Ἀαρὼν καὶ αὐτοὶ αὔριον· |
4317 | NUM 20:5 | Καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου, παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον· τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ῥοαὶ, οὔτε ὕδωρ ἐστὶ πιεῖν. |
4343 | NUM 21:2 | Καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ, καὶ εἶπεν, ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. |
4348 | NUM 21:7 | Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν, ἔλεγον, ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου, καὶ κατὰ σοῦ· εὔξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφʼ ἡμῶν τὸν ὄφιν. |
4349 | NUM 21:8 | Καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ· καὶ εἰπε Κύριος πρὸς Μωυσῆν, ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. |
4362 | NUM 21:21 | παρελευσόμεθα διὰ τῆς γῆς σου, τῇ ὁδῷ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν, οὔτε εἰς ἀμπελῶνα· |
4400 | NUM 22:24 | Καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· |
4442 | NUM 23:25 | Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. |
4653 | NUM 30:4 | Ἄνθρωπος ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον, ἢ ὁρίσηται ὁρισμῷ περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει. |
4654 | NUM 30:5 | Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, |
4660 | NUM 30:11 | Καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἐὰν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. |
5034 | DEU 4:28 | Καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται, οὔτε μὴ ἀκούσωσιν, οὔτε μὴ φάγωσιν, οὔτε μὴ ὀσφρανθῶσι. |
5076 | DEU 5:21 | Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου, οὔτε τὸν ἀγρὸν αὐτοῦ, οὔτε τὸν παῖδα αὐτοῦ, οὔτε τὴν παιδίσκην αὐτοῦ, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε παντὸς κτήνους αὐτοῦ, οὔτε πάντα ὅσα τῷ πλησίον σου ἐστί. |
5108 | DEU 6:20 | Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον, λέγων, τί ἐστι τὰ μαρτύρια, καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν; |
5141 | DEU 8:2 | Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. |
5253 | DEU 12:11 | Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν. |
5259 | DEU 12:17 | Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σαυ, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου. |
5444 | DEU 20:15 | Οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, |
5524 | DEU 23:23 | Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. |
5525 | DEU 23:24 | Ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. |
5526 | DEU 23:25 | Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ, καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ δόμα, ὃ ἐλάλησας τῷ στόματί σου. |
5736 | DEU 31:6 | Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσῃς, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ. |
5867 | JOS 1:14 | Αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων· καὶ συμμαχήσετε αὐτοῖς, |
5900 | JOS 3:5 | Καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ, ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. |
5918 | JOS 4:6 | ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός· ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λιθοι οὗτοι ἡμῖν; |
5925 | JOS 4:13 | Τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν Ἱεριχὼ πόλιν. |
5926 | JOS 4:14 | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραὴλ· καὶ ἐφοβοῦντο αὐτὸν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη. |
6115 | JOS 11:6 | Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ἰσραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις, καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. |
6173 | JOS 13:17 | ἕως Ἐσεβὼν, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ, καὶ Δαιβὼν, καὶ Βαιμὼν Βαὰλ, καὶ οἴκου Μεελβὼθ, |
6446 | JOS 22:18 | Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή. |
6452 | JOS 22:24 | Ἀλλʼ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο, λέγοντες, ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ; |
6455 | JOS 22:27 | ἀλλʼ ἵνα ᾖ τοῦτο μαρτύριον ἀναμέσον ἡμῶν καὶ ὑμῶν, καὶ ἀναμέσον τῶν γενεῶν ἡμῶν μεθʼ ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον, οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. |
6456 | JOS 22:28 | Καὶ εἴπαμεν, ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς, ἢ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν, ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον ἡμῶν, καὶ ἀναμέσον τῶν υἱῶν ἡμῶν. |
6569 | JDG 2:22 | τοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ. |
6636 | JDG 5:11 | διηγεῖσθε, ἀπὸ φωνῆς ἀνακρουομένων ἀναμέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας· Κύριε δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου. |
6861 | JDG 11:30 | Καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ, καὶ εἶπεν, ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἁμμὼν ἐν τῆ χειρί μου, |
6870 | JDG 11:39 | Καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν, καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς· καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα· καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ· |
6876 | JDG 12:5 | Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραὶμ, διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ, μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν, οὔ. |
7035 | JDG 19:9 | Καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι αὐτὸς, καὶ ἡ παλλακὴ αὐτοῦ, καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γάμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος, ἰδοὺ δὴ ἠσθένησεν ἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν, καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου. |
7084 | JDG 20:28 | καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε, αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν. |
7225 | 1SA 1:11 | Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. |
7409 | 1SA 9:16 | ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ. |
7456 | 1SA 11:9 | Καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις, τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβὶς, αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου· καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν, καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν. |
7457 | 1SA 11:10 | Καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν ʼΑμμανίτην, αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. |
7458 | 1SA 11:11 | Καὶ ἐγενήθη μετὰ τὴν αὔριον, καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχὰς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, καὶ ἔτυπτον τοὺς υἱοὺς ʼΑμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα· καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐκ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. |
7710 | 1SA 19:2 | Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ἡρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυδῇ· |
7719 | 1SA 19:11 | Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγελους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. |
7737 | 1SA 20:5 | Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. |
7750 | 1SA 20:18 | Καὶ εἶπεν Ἰωνάθαν, αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. |
7780 | 1SA 21:6 | Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ, καὶ εἶπεν, οὔκ εἰσιν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλʼ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστι πλὴν ἀπὸ γυναικὸς, καὶ φάγεται. |
7964 | 1SA 28:19 | Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. |