23229 | MAT 1:16 | Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός. |
23233 | MAT 1:20 | Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· «Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. |
23236 | MAT 1:23 | «Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» ὅ ἐστιν μεθερμηνευόμενον, ‹μεθ᾿ ἡμῶν ὁ Θεός.› |
23238 | MAT 1:25 | καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον. Καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ. |
23239 | MAT 2:1 | Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα |
23241 | MAT 2:3 | Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ. |
23244 | MAT 2:6 | ‹Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.› » |
23245 | MAT 2:7 | Τότε Ἡρῴδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσεν παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. |
23248 | MAT 2:10 | Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. |
23249 | MAT 2:11 | Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ Παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα· χρυσὸν καὶ λίβανον καὶ σμύρναν. |
23251 | MAT 2:13 | Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι, μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό.» |
23253 | MAT 2:15 | Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» |
23254 | MAT 2:16 | Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. |
23255 | MAT 2:17 | Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· |
23261 | MAT 2:23 | καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται. |
23266 | MAT 3:5 | Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, |
23270 | MAT 3:9 | καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ,› λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. |
23271 | MAT 3:10 | Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
23272 | MAT 3:11 | »Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ· |
23274 | MAT 3:13 | Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. |
23275 | MAT 3:14 | Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» |
23276 | MAT 3:15 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.» Τότε ἀφίησιν αὐτόν. |
23277 | MAT 3:16 | Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος, καὶ ἰδού, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν. |
23278 | MAT 3:17 | Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» |
23279 | MAT 4:1 | Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. |
23282 | MAT 4:4 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Γέγραπται· ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.› » |
23283 | MAT 4:5 | Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, |
23284 | MAT 4:6 | καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› » |
23285 | MAT 4:7 | Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Πάλιν γέγραπται· ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› » |
23286 | MAT 4:8 | Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν. |
23288 | MAT 4:10 | Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· ‹Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.› » |
23289 | MAT 4:11 | Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. |
23290 | MAT 4:12 | Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. |
23294 | MAT 4:16 | ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.» |
23295 | MAT 4:17 | Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» |
23296 | MAT 4:18 | Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα (τὸν λεγόμενον Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς. |
23301 | MAT 4:23 | Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. |
23302 | MAT 4:24 | Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας—ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς—καὶ ἐθεράπευσεν αὐτούς. |
23303 | MAT 4:25 | Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. |
23305 | MAT 5:2 | Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· |
23314 | MAT 5:11 | »Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. |
23317 | MAT 5:14 | Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. |
23318 | MAT 5:15 | Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. |
23320 | MAT 5:17 | »Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. |
23321 | MAT 5:18 | Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. |
23325 | MAT 5:22 | Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός. |
23326 | MAT 5:23 | Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, |
23327 | MAT 5:24 | ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. |
23332 | MAT 5:29 | Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. |
23333 | MAT 5:30 | Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. |
23334 | MAT 5:31 | Ἐρρέθη ὅτι ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› |
23335 | MAT 5:32 | Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. |
23337 | MAT 5:34 | Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· |
23338 | MAT 5:35 | μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· |
23339 | MAT 5:36 | μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. |
23340 | MAT 5:37 | Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. |
23341 | MAT 5:38 | »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› |
23342 | MAT 5:39 | Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. |
23346 | MAT 5:43 | »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.› |
23347 | MAT 5:44 | Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, |
23350 | MAT 5:47 | Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι οὕτως ποιοῦσιν; |
23351 | MAT 5:48 | Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν. |
23357 | MAT 6:6 | Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. |
23358 | MAT 6:7 | »Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. |
23359 | MAT 6:8 | Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. |