23736 | MAT 15:34 | Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Πόσους ἄρτους ἔχετε;» Οἱ δὲ εἶπον, «Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.» |
23874 | MAT 20:13 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ‹Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; |
23953 | MAT 22:12 | Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› Ὁ δὲ ἐφιμώθη. |
24173 | MAT 26:50 | Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |
24558 | MRK 7:26 | Ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συρα-Φοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. |
24574 | MRK 8:5 | Καὶ ἐπηρώτα αὐτούς, «Πόσους ἔχετε ἄρτους;» Οἱ δὲ εἶπον, «Ἑπτά.» |
24589 | MRK 8:20 | «Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;» Οἱ δὲ εἶπον, «Ἑπτά.» |
24762 | MRK 12:20 | Ἑπτὰ ἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα. |
25127 | LUK 3:33 | τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, |
25129 | LUK 3:35 | τοῦ Σερούχ, τοῦ Ῥαγάβ, τοῦ Φάλεκ, τοῦ Ἑβέρ, τοῦ Σαλᾶ, |
25266 | LUK 7:2 | Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. |
25695 | LUK 16:6 | Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν βάτους ἐλαίου.› Καὶ εἶπεν αὐτῷ, ‹Δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.› |
25696 | LUK 16:7 | Ἔπειτα ἑτέρῳ εἶπεν, ‹Σὺ δὲ πόσον ὀφείλεις;› Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν κόρους σίτου.› Καὶ λέγει αὐτῷ, ‹Δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα.› |
25728 | LUK 17:8 | Ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ, ‹Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ›; |
25877 | LUK 20:29 | Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· |
26042 | LUK 23:38 | Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ, γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ |
26281 | JHN 5:2 | Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. |
26432 | JHN 7:35 | Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· «Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; |
26907 | JHN 19:13 | Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαβαθᾶ |
26911 | JHN 19:17 | Καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστί, Γολγοθᾶ, |
26914 | JHN 19:20 | Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. |
26961 | JHN 20:25 | Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.» |
27058 | ACT 2:40 | Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει λέγων, «Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.» |
27171 | ACT 6:1 | Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. |
27314 | ACT 9:29 | Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτὸν. |
27396 | ACT 11:20 | Ἦσαν δέ τινες ἐξ αὐτῶν, ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. |
27484 | ACT 14:1 | Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. |
27495 | ACT 14:12 | Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. |
27596 | ACT 17:4 | Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. |
27604 | ACT 17:12 | Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων, γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν, οὐκ ὀλίγοι. |
27696 | ACT 20:2 | Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. |
27769 | ACT 21:37 | Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι, ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, «Εἰ ἔξεστίν μοι εἰπεῖν πρός σε;» Ὁ δὲ ἔφη· «Ἑλληνιστὶ γινώσκεις; |
27772 | ACT 21:40 | Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνει τῇ Ἑβραΐδι διαλέκτῳ λέγων· |
27774 | ACT 22:2 | Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν· |
27825 | ACT 23:23 | Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν· «Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· |
27905 | ACT 26:14 | Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· ‹Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.› |
28418 | ROM 16:14 | Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. |
28709 | 1CO 12:7 | Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. |
29079 | 2CO 11:22 | Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἁβραάμ εἰσιν; Κἀγώ. |
29116 | 2CO 13:5 | Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν;—εἰ μήτι ἀδόκιμοί ἐστε. |
29346 | EPH 4:7 | Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. |
29493 | PHP 3:5 | περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων· κατὰ νόμον, Φαρισαῖος· |
29891 | 2TI 1:15 | Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελλος καὶ Ἑρμογένης. |
30226 | HEB 10:26 | Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, |
30919 | REV 9:11 | ἔχουσαι βασιλέα ἐπ᾿ αὐτῶν ἄγγελον τῆς Ἀβύσσου—ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδδών, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. |
31039 | REV 16:16 | Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἀρμαγεδών. |