23231 | MAT 1:18 | Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. |
23320 | MAT 5:17 | »Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. |
23321 | MAT 5:18 | Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. |
23339 | MAT 5:36 | μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. |
23375 | MAT 6:24 | »Οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. |
23382 | MAT 6:31 | Μὴ οὖν μεριμνήσητε λέγοντες, ‹Τί φάγωμεν;› ἢ ‹Τί πίωμεν;› ἢ ‹Τί περιβαλώμεθα;› |
23401 | MAT 7:16 | Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; |
23453 | MAT 9:5 | Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ‹Ἀφέωνταί σου αἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ περιπάτει›; |
23497 | MAT 10:11 | »Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. |
23500 | MAT 10:14 | Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. |
23501 | MAT 10:15 | Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. |
23505 | MAT 10:19 | Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε, δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· |
23523 | MAT 10:37 | »Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· |
23531 | MAT 11:3 | εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;» |
23550 | MAT 11:22 | Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. |
23552 | MAT 11:24 | Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.» |
23583 | MAT 12:25 | Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτῆς οὐ σταθήσεται. |
23591 | MAT 12:33 | »Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. |
23629 | MAT 13:21 | οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν. Γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. |
23706 | MAT 15:4 | Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων, ‹Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,› καὶ ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.› |
23707 | MAT 15:5 | Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»— |
23708 | MAT 15:6 | καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα.› Καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. |
23755 | MAT 16:14 | Οἱ δὲ εἶπον, «Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.» |
23794 | MAT 17:25 | Λέγει, «Ναί.» Καὶ ὅτε εἰσῆλθον εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· «Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον, ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» |
23804 | MAT 18:8 | »Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. |
23805 | MAT 18:9 | Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός. |
23809 | MAT 18:13 | Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. |
23812 | MAT 18:16 | Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. |
23816 | MAT 18:20 | Οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.» |
23855 | MAT 19:24 | Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» |
23860 | MAT 19:29 | Καί, πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. |
23883 | MAT 20:22 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» Λέγουσιν αὐτῷ, «Δυνάμεθα.» |
23920 | MAT 21:25 | Τὸ βάπτισμα Ἰωάννου—πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ ἡμῖν, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;› |
23958 | MAT 22:17 | Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» |
24004 | MAT 23:17 | Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; |
24006 | MAT 23:19 | Μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; |
24049 | MAT 24:23 | Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός,› ἢ ‹Ὧδε,› μὴ πιστεύσητε. |
24114 | MAT 25:37 | Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; |
24115 | MAT 25:38 | Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; |
24116 | MAT 25:39 | Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;› |
24121 | MAT 25:44 | Τότε ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;› |
24176 | MAT 26:53 | Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; |
24215 | MAT 27:17 | Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, «Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» |
24338 | MRK 2:9 | Τί ἐστιν εὐκοπώτερον· εἰπεῖν τῷ παραλυτικῷ, ‹Ἀφέωνταί σου αἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει›; |
24361 | MRK 3:4 | Καὶ λέγει αὐτοῖς· «Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;» Οἱ δὲ ἐσιώπων. |
24390 | MRK 3:33 | Καὶ ἀπεκρίθη αὐτοῖς λέγων, «Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;» |
24409 | MRK 4:17 | καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν—εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται. |
24413 | MRK 4:21 | Καὶ ἔλεγεν αὐτοῖς· «Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; |
24422 | MRK 4:30 | Καὶ ἔλεγεν· «Τίνι ὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; |
24487 | MRK 6:11 | Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.» |
24532 | MRK 6:56 | Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσῴζοντο. |
24542 | MRK 7:10 | Μωσῆς γὰρ εἶπεν, ‹Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου› καί, ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.› |
24543 | MRK 7:11 | Ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, ‹Κορβᾶν› (ὅ ἐστιν, δῶρον) ‹ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,› |
24544 | MRK 7:12 | καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, |
24650 | MRK 9:43 | Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοί ἐστιν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον |
24652 | MRK 9:45 | Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον |
24654 | MRK 9:47 | Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός |
24682 | MRK 10:25 | Εὐκοπώτερόν γὰρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» |
24686 | MRK 10:29 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, |
24739 | MRK 11:30 | Τὸ βάπτισμα Ἰωάννου· ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;» |
24756 | MRK 12:14 | Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; |
24757 | MRK 12:15 | Δῶμεν, ἢ μὴ δῶμεν;» Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω.» |
24818 | MRK 13:32 | »Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. |
24821 | MRK 13:35 | Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται—ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ— |
24853 | MRK 14:30 | Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, ὅτι σύ, σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» |
25066 | LUK 2:24 | καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» |
25068 | LUK 2:26 | (Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.) |
25199 | LUK 5:23 | Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,› ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ περιπάτει›; |
25224 | LUK 6:9 | Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω ὑμᾶς τι· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;», |
25283 | LUK 7:19 | Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν λέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;» |
25284 | LUK 7:20 | Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· «Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;› » |
25330 | LUK 8:16 | Ταῦτα λέγων ἐφώνει· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. |
25383 | LUK 9:13 | Εἶπεν δὲ πρὸς αὐτούς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Οἱ δὲ εἶπον, «Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο—εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα» |
25395 | LUK 9:25 | Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; |
25444 | LUK 10:12 | Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. |
25446 | LUK 10:14 | Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. |
25539 | LUK 12:11 | Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσεσθε, ἢ τί εἴπητε. |
25542 | LUK 12:14 | Ὁ δὲ εἶπεν αὐτῷ, «Ἄνθρωπε, τίς με κατέστησεν δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;» |
25557 | LUK 12:29 | Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. |
25569 | LUK 12:41 | Εἶπεν δὲ αὐτῷ ὁ Πέτρος, «Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;» |
25579 | LUK 12:51 | Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν. |
25602 | LUK 13:15 | Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· «Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; |
25627 | LUK 14:5 | Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν, «Τίνος ὑμῶν, υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;» |
25634 | LUK 14:12 | Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· «Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα. |
25664 | LUK 15:7 | Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. |
25702 | LUK 16:13 | Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» |
25706 | LUK 16:17 | Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. |
25722 | LUK 17:2 | Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. |
25727 | LUK 17:7 | »Τίς δὲ ἐξ ὑμῶν, δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ, ἐρεῖ εὐθέως, ‹Παρελθὼν ἀνάπεσε›; |
25768 | LUK 18:11 | Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ‹Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων—ἅρπαγες, ἄδικοι, μοιχοί—ἢ καὶ ὡς οὗτος ὁ τελώνης. |
25771 | LUK 18:14 | Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» |
25782 | LUK 18:25 | Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» |
25786 | LUK 18:29 | Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, |
25850 | LUK 20:2 | καὶ εἶπον πρὸς αὐτὸν λέγοντες, «Εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;» |
25852 | LUK 20:4 | Τὸ βάπτισμα Ἰωάννου—ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;» |
25870 | LUK 20:22 | Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;» |
25910 | LUK 21:15 | ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν ἢ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. |
25960 | LUK 22:27 | Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. |
25967 | LUK 22:34 | Ὁ δὲ εἶπεν, «Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσῃ σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.» |
26001 | LUK 22:68 | Ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε. |