23277 | MAT 3:16 | ⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν ⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν ⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. |
23334 | MAT 5:31 | Ἐρρέθη ⸋δὲ⸌ ⸋2ὅτι⸌ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον· |
23335 | MAT 5:32 | ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ⸂ὃς ἂν ἀπολύσῃ⸃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν ⸂2μοιχᾶσθαι·⸃ καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. |
23342 | MAT 5:39 | ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ⸂ῥαπίσει⸃ ⸂2ἐπὶ⸃ τὴν δεξιὰν ⸂3σιαγόνα,⸃ στρέψον αὐτῷ καὶ τὴν ἄλλην· |
23350 | MAT 5:47 | Καὶ ἐὰν ἀσπάσησθε τοὺς ⸂φίλους⸃ ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ⸂2τελῶναι⸃ ⸂3οὕτως⸃ ποιοῦσιν; |
23351 | MAT 5:48 | Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ⸂ὥσπερ⸃ ὁ πατὴρ ὑμῶν ὁ ⸂2ἐν τοῖς οὐρανοῖς⸃ τέλειός ἐστιν. |
23355 | MAT 6:4 | ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ⸋αὐτὸς⸌ ἀποδώσει σοι ⸋2ἐν τῷ φανερῷ.⸌ |
23356 | MAT 6:5 | Καὶ ὅταν ⸂προσεύχῃ,⸃ οὐκ ⸂2ἔσῃ⸃ ⸂3ὥσπερ⸃ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ⸋ἂν⸌ φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ⸋2ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
23421 | MAT 8:7 | ⸋Καὶ⸌ λέγει αὐτῷ ⸋2ὁ Ἰησοῦς,⸌ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. |
23422 | MAT 8:8 | ⸂Καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ ⸂2λόγῳ,⸃ καὶ ἰαθήσεται ὁ παῖς μου. |
23427 | MAT 8:13 | Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, ⸋καὶ⸌ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς ⸋2αὐτοῦ⸌ ἐν τῇ ὥρᾳ ἐκείνῃ. |
23442 | MAT 8:28 | Καὶ ⸂ἐλθόντι αὐτῷ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸂2Γεργεσηνῶν,⸃ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· |
23450 | MAT 9:2 | Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, Θάρσει, τέκνον· ⸂ἀφέωνταί⸃ ⸂2σοι αἱ ἁμαρτίαι σου.⸃ |
23453 | MAT 9:5 | Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ⸂Ἀφέωνταί⸃ ⸂2σου⸃ αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, ⸂3Ἔγειραι⸃ καὶ περιπάτει; |
23465 | MAT 9:17 | Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ⸂ἀπολοῦνται·⸃ ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ⸂2ἀμφότεροι⸃ συντηροῦνται. |
23466 | MAT 9:18 | Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων ⸂εἷς⸃ ⸂2ἐλθὼν⸃ προσεκύνει αὐτῷ, λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. |
23484 | MAT 9:36 | Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ⸂ἐσκυλμένοι⸃ καὶ ἐρριμμένοι ⸂2ὡσεὶ⸃ πρόβατα μὴ ἔχοντα ποιμένα. |
23509 | MAT 10:23 | Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ⸂ἄλλην·⸃ ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις ⸋τοῦ⸌ Ἰσραήλ, ἕως ⸋2ἂν⸌ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. |
23514 | MAT 10:28 | Καὶ μὴ ⸂φοβεῖσθε⸃ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸂2φοβήθητε⸃ δὲ μᾶλλον τὸν δυνάμενον ⸂3καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα⸃ ἀπολέσαι ἐν γεέννῃ. |
23517 | MAT 10:31 | Μὴ οὖν ⸂φοβηθῆτε·⸃ ⸂2πολλῶν⸃ στρουθίων διαφέρετε ὑμεῖς. |
23536 | MAT 11:8 | Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ⸋ἱματίοις⸌ ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων ⸋2εἰσίν.⸌ |
23544 | MAT 11:16 | Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν ⸂παιδίοις⸃ ⸂2ἐν ἀγοραῖς καθημένοις,⸃ ⸂3καὶ προσφωνοῦσιν τοῖς ⸂4ἑταίροις αὐτῶν,⸃ |
23551 | MAT 11:23 | Καὶ σύ, Καπερναούμ, ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ᾍδου ⸂2καταβιβασθήσῃ·⸃ ὅτι εἰ ἐν Σοδόμοις ⸂3ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. |
23562 | MAT 12:4 | πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸂ἔφαγεν,⸃ ⸂2οὓς⸃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; |
23568 | MAT 12:10 | Καὶ ἰδού, ἄνθρωπος ⸋ἦν⸌ ⸋2τὴν⸌ χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστιν τοῖς σάββασιν ⸂θεραπεύειν;⸃ ἵνα κατηγορήσωσιν αὐτοῦ. |
23580 | MAT 12:22 | Τότε ⸂προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός·⸃ καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν ⸋τυφλὸν καὶ⸌ κωφὸν ⸋2καὶ⸌ λαλεῖν καὶ βλέπειν. |
23587 | MAT 12:29 | Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ⸂διαρπάσαι,⸃ ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸂2διαρπάσει.⸃ |
23590 | MAT 12:32 | Καὶ ὃς ⸂ἐὰν⸃ εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ⸂2ἐν τῷ νῦν αἰῶνι⸃ οὔτε ἐν τῷ μέλλοντι. |
23593 | MAT 12:35 | Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ⸆ ἐκβάλλει ⸆2 ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. |
23602 | MAT 12:44 | Τότε λέγει, ⸉Ἐπιστρέψω εἰς τὸν οἶκόν μου⸊ ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει ⸆ σχολάζοντα, ⸆2 σεσαρωμένον, καὶ κεκοσμημένον. |
23609 | MAT 13:1 | Ἐν ⸋δὲ⸌ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ⸋2ἀπὸ⸌ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. |
23636 | MAT 13:28 | Ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ ⸋δοῦλοι⸌ ⸂εἶπον αὐτῷ,⸃ Θέλεις οὖν ἀπελθόντες ⸂2συλλέξομεν⸃ αὐτά; |
23638 | MAT 13:30 | Ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸂μέχρι⸃ τοῦ θερισμοῦ· καὶ ἐν ⸆ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον ⸂2συναγάγετε⸃ εἰς τὴν ἀποθήκην μου. |
23652 | MAT 13:44 | ⸋Πάλιν⸌ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ⸋2τῷ⸌ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ ⸂πάντα ὅσα ἔχει πωλεῖ,⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. |
23659 | MAT 13:51 | ⸋Λέγει αὐτοῖς ὁ Ἰησοῦς,⸌ Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, ⸋2κύριε.⸌ |
23678 | MAT 14:12 | Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸂σῶμα,⸃ καὶ ἔθαψαν ⸂2αὐτό·⸃ καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. |
23688 | MAT 14:22 | Καὶ εὐθέως ἠνάγκασεν ⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς ⸆ ἐμβῆναι εἰς ⸋2τὸ⸌ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. |
23691 | MAT 14:25 | Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸂ἀπῆλθεν⸃ πρὸς αὐτοὺς ⸋ὁ Ἰησοῦς,⸌ περιπατῶν ἐπὶ ⸂2τῆς θαλάσσης.⸃ |
23692 | MAT 14:26 | ⸂Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ⸃ ἐπὶ ⸂2τὴν θάλασσαν⸃ περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστιν· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. |
23707 | MAT 15:5 | ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸋καὶ⸌ οὐ μὴ ⸂τιμήσῃ⸃ τὸν πατέρα αὐτοῦ ⸂2ἢ τὴν μητέρα αὐτοῦ·⸃ |
23716 | MAT 15:14 | Ἄφετε αὐτούς· ⸂ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν·⸃ τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ⸂2πεσοῦνται.⸃ |
23724 | MAT 15:22 | Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸂ἐκραύγασεν⸃ ⸋αὐτῷ,⸌ λέγουσα, Ἐλέησόν με, κύριε, ⸂2υἱὲ⸃ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. |
23733 | MAT 15:31 | ὥστε ⸂τοὺς ὄχλους⸃ θαυμάσαι, βλέποντας ⸂2κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας·⸃ καὶ ⸂3ἐδόξασαν⸃ τὸν θεὸν Ἰσραήλ. |
23737 | MAT 15:35 | Καὶ ⸂ἐκέλευσεν⸃ ⸂2τοῖς ὄχλοις⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν· |
23738 | MAT 15:36 | ⸋καὶ⸌ ⸂λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,⸃ εὐχαριστήσας ἔκλασεν, καὶ ⸂2ἔδωκεν⸃ τοῖς μαθηταῖς ⸋2αὐτοῦ,⸌ οἱ δὲ μαθηταὶ ⸂3τῷ ὄχλῳ.⸃ |
23752 | MAT 16:11 | Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ⸂ἄρτου⸃ εἶπον ὑμῖν ⸂2προσέχειν⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; |
23760 | MAT 16:19 | ⸋Καὶ⸌ δώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ⸂ἐὰν⸃ δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ⸂2ἐὰν⸃ λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. |
23761 | MAT 16:20 | Τότε ⸂διεστείλατο⸃ τοῖς μαθηταῖς ⸋αὐτοῦ⸌ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ⸂2Ἰησοῦς ὁ χριστός.⸃ |
23778 | MAT 17:9 | Καὶ καταβαινόντων αὐτῶν ⸂ἐκ⸃ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸂2ἀναστῇ.⸃ |
23780 | MAT 17:11 | ⸂Ὁ δὲ Ἰησοῦς⸃ ἀποκριθεὶς εἶπεν ⸋αὐτοῖς,⸌ Ἠλίας μὲν ἔρχεται ⸋2πρῶτον,⸌ καὶ ἀποκαταστήσει πάντα· |
23789 | MAT 17:20 | ⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂2εἶπεν⸃ αὐτοῖς, Διὰ τὴν ⸂3ἀπιστίαν⸃ ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ⸂4Μετάβηθι ⸂5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. |
23795 | MAT 17:26 | ⸂Λέγει⸃ ⸆ ⸋αὐτῷ⸌ ⸋2ὁ Πέτρος,⸌ Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. |
23801 | MAT 18:5 | Καὶ ὃς ⸂ἐὰν⸃ δέξηται ⸂2παιδίον τοιοῦτον ἓν⸃ ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· |
23803 | MAT 18:7 | Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ⸋ἐστιν⸌ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ⸋2ἐκείνῳ,⸌ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται. |
23810 | MAT 18:14 | Οὕτως οὐκ ἔστιν θέλημα ⸋ἔμπροσθεν⸌ τοῦ πατρὸς ⸂ὑμῶν⸃ τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται ⸂2εἷς⸃ τῶν μικρῶν τούτων. |
23811 | MAT 18:15 | Ἐὰν δὲ ἁμαρτήσῃ ⸋εἰς σὲ⸌ ὁ ἀδελφός σου, ὕπαγε ⸋2καὶ⸌ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· |
23814 | MAT 18:18 | Ἀμὴν λέγω ὑμῖν, ὅσα ⸂ἐὰν⸃ δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ⸂2ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.⸃ |
23821 | MAT 18:25 | Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος ⸋αὐτοῦ⸌ πραθῆναι, καὶ τὴν γυναῖκα ⸋2αὐτοῦ⸌ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. |
23827 | MAT 18:31 | Ἰδόντες ⸂δὲ⸃ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ⸂2ἑαυτῶν⸃ πάντα τὰ γενόμενα. |
23834 | MAT 19:3 | Καὶ προσῆλθον αὐτῷ ⸋οἱ⸌ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες ⸋2αὐτῷ,⸌ Εἰ ἔξεστιν ⸋3ἀνθρώπῳ⸌ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; |
23836 | MAT 19:5 | καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα ⸆ καὶ τὴν μητέρα, καὶ ⸂προσκολληθήσεται⸃ ⸂2τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; |
23840 | MAT 19:9 | Λέγω δὲ ὑμῖν ⸋ὅτι⸌ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, ⸆ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· ⸋2καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.⸌ |
23848 | MAT 19:17 | Ὁ δὲ εἶπεν αὐτῷ, Τί με ⸂λέγεις ἀγαθόν;⸃ ⸂2Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.⸃ Εἰ δὲ θέλεις ⸉εἰσελθεῖν εἰς τὴν ζωήν,⸊ ⸂3τήρησον⸃ τὰς ἐντολάς. |
23855 | MAT 19:24 | Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος ⸂διελθεῖν,⸃ ἢ πλούσιον ⸂2εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.⸃ |
23860 | MAT 19:29 | Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂2ὀνόματός μου,⸃ ⸂3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. |
23867 | MAT 20:6 | Περὶ δὲ τὴν ἑνδεκάτην ⸋ὥραν⸌ ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ⸋2ἀργούς,⸌ καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; |
23871 | MAT 20:10 | ⸂Ἐλθόντες δὲ⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸂2πλείονα⸃ λήψονται· καὶ ἔλαβον ⸂3καὶ αὐτοὶ ἀνὰ δηνάριον.⸃ |
23878 | MAT 20:17 | ⸂Καὶ ἀναβαίνων⸃ ⸋ὁ⸌ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸋2μαθητὰς⸌ κατ᾽ ἰδίαν ⸂2ἐν τῇ ὁδῷ, καὶ⸃ εἶπεν αὐτοῖς, |
23882 | MAT 20:21 | Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν ⸋σου,⸌ καὶ εἷς ἐξ εὐωνύμων ⸋2σου,⸌ ἐν τῇ βασιλείᾳ σου. |
23884 | MAT 20:23 | ⸋Καὶ⸌ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, ⸋2καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·⸌ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων ⸋3μου,⸌ οὐκ ἔστιν ἐμὸν ⸆ δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. |
23887 | MAT 20:26 | Οὐχ οὕτως ⸋δὲ⸌ ⸂ἔσται⸃ ⸋2ἐν⸌ ὑμῖν· ἀλλ᾽ ὃς ⸂2ἐὰν⸃ θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ⸂3ἔσται⸃ ὑμῶν διάκονος· |
23888 | MAT 20:27 | καὶ ὃς ⸂ἐὰν⸃ θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸂2ἔστω⸃ ὑμῶν δοῦλος· |
23897 | MAT 21:2 | λέγων αὐτοῖς, ⸂Πορεύθητε⸃ εἰς τὴν κώμην τὴν ⸂2ἀπέναντι⸃ ὑμῶν, καὶ ⸂3εὐθέως⸃ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ⸂4ἀγάγετέ⸃ μοι. |
23898 | MAT 21:3 | Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸂εὐθέως⸃ δὲ ⸂2ἀποστέλλει⸃ αὐτούς. |
23907 | MAT 21:12 | Καὶ εἰσῆλθεν ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερὸν ⸋2τοῦ θεοῦ,⸌ καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. |
23913 | MAT 21:18 | ⸂Πρωΐας⸃ δὲ ⸂2ἐπανάγων⸃ εἰς τὴν πόλιν, ἐπείνασεν· |
23923 | MAT 21:28 | Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος ⸆ εἶχεν τέκνα δύο, ⸋καὶ⸌ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί ⸋2μου.⸌ |
23925 | MAT 21:30 | ⸂Καὶ προσελθὼν⸃ τῷ ⸂2ἑτέρῳ⸃ εἶπεν ὡσαύτως. ⸂3Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.⸃ |
23946 | MAT 22:5 | Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸂ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ⸃ δὲ ⸂2εἰς⸃ τὴν ἐμπορίαν αὐτοῦ· |
23951 | MAT 22:10 | Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸂ὅσους⸃ εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸂2γάμος⸃ ἀνακειμένων. |
23954 | MAT 22:13 | Τότε ⸉εἶπεν ὁ βασιλεὺς⸊ τοῖς διακόνοις, Δήσαντες αὐτοῦ ⸉2πόδας καὶ χεῖρας,⸊ ⸂ἄρατε αὐτὸν καὶ ἐκβάλετε⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
23971 | MAT 22:30 | Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ⸂ἐκγαμίζονται,⸃ ἀλλ᾽ ὡς ἄγγελοι ⸂2τοῦ θεοῦ⸃ ἐν ⸆ οὐρανῷ εἰσιν. |
23978 | MAT 22:37 | ⸂ὁ δὲ Ἰησοῦς⸃ ⸂2ἔφη⸃ αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ⸂3ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.⸃ |
23991 | MAT 23:4 | Δεσμεύουσιν ⸂γὰρ⸃ φορτία βαρέα ⸋καὶ δυσβάστακτα,⸌ καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂2τῷ δὲ⸃ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. |
24028 | MAT 24:2 | ⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸆ εἶπεν αὐτοῖς, Οὐ βλέπετε ⸉πάντα ταῦτα;⸊ Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ ⸆2 καταλυθήσεται. |
24043 | MAT 24:17 | ὁ ἐπὶ τοῦ δώματος μὴ ⸂καταβαινέτω⸃ ἆραι ⸂2τὰ⸃ ἐκ τῆς οἰκίας αὐτοῦ· |
24062 | MAT 24:36 | Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ⸆ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, ⸆2 εἰ μὴ ὁ πατήρ ⸋μου⸌ μόνος. |
24064 | MAT 24:38 | ⸂Ὥσπερ⸃ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ⸆ ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸂2ἐκγαμίζοντες,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, |
24071 | MAT 24:45 | Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ⸋αὐτοῦ⸌ ἐπὶ τῆς ⸂θεραπείας⸃ αὐτοῦ, τοῦ ⸂2διδόναι⸃ αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; |
24078 | MAT 25:1 | Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸂αὐτῶν⸃ ἐξῆλθον εἰς ⸂2ἀπάντησιν⸃ τοῦ νυμφίου. |
24080 | MAT 25:3 | ⸂Αἵτινες μωραί,⸃ λαβοῦσαι τὰς λαμπάδας ⸂2αὐτῶν,⸃ οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· |
24083 | MAT 25:6 | Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδού, ὁ νυμφίος ⸋ἔρχεται,⸌ ἐξέρχεσθε εἰς ἀπάντησιν ⸋2αὐτοῦ.⸌ |
24093 | MAT 25:16 | Πορευθεὶς ⸋δὲ⸌ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ⸂ἐποίησεν⸃ ἄλλα πέντε ⸋2τάλαντα.⸌ |
24094 | MAT 25:17 | Ὡσαύτως ⸋καὶ⸌ ὁ τὰ δύο ἐκέρδησεν ⸋2καὶ αὐτὸς⸌ ἄλλα δύο. |
24095 | MAT 25:18 | Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸂ἐν τῇ γῇ,⸃ καὶ ⸂2ἀπέκρυψεν⸃ τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. |
24096 | MAT 25:19 | Μετὰ δὲ ⸉χρόνον πολὺν⸊ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει ⸉2μετ᾽ αὐτῶν λόγον.⸊ |
24099 | MAT 25:22 | Προσελθὼν ⸋δὲ⸌ καὶ ὁ τὰ δύο τάλαντα ⸋2λαβὼν⸌ εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ⸋3ἐπ᾽ αὐτοῖς.⸌ |
24106 | MAT 25:29 | Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ⸂ἀπὸ δὲ τοῦ⸃ μὴ ἔχοντος, καὶ ὃ ⸂2ἔχει,⸃ ἀρθήσεται ἀπ᾽ αὐτοῦ. |
24149 | MAT 26:26 | Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ⸋τὸν⸌ ἄρτον, καὶ ⸂εὐχαριστήσας,⸃ ἔκλασεν καὶ ⸂2ἐδίδου τοῖς μαθηταῖς, καὶ⸃ εἶπεν, Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου. |
24151 | MAT 26:28 | τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, ⸋τὸ⸌ τῆς ⸋2καινῆς⸌ διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. |