23570 | MAT 12:12 | Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. |
23598 | MAT 12:40 | Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. |
23648 | MAT 13:40 | Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ ⸂καίεται,⸃ οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ⸋τούτου.⸌ |
23837 | MAT 19:6 | Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. |
24018 | MAT 23:31 | Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· |
24053 | MAT 24:27 | Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ⸆ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. |
24063 | MAT 24:37 | Ὥσπερ ⸂δὲ⸃ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ⸋καὶ⸌ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. |
24064 | MAT 24:38 | ⸂Ὥσπερ⸃ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ⸆ ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸂2ἐκγαμίζοντες,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, |
24091 | MAT 25:14 | Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· |
24665 | MRK 10:8 | καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ ⸉μία σάρξ.⸊ |
25744 | LUK 17:24 | Ὥσπερ γὰρ ἡ ἀστραπὴ ⸋ἡ⸌ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπ᾽⸃ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ⸆ ὁ υἱὸς τοῦ ἀνθρώπου ⸋2ἐν τῇ ἡμέρᾳ αὐτοῦ.⸌ |
26231 | JHN 4:6 | ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ⸂ὡσεὶ⸃ ἕκτη. |
26300 | JHN 5:21 | Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. |
26305 | JHN 5:26 | Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸉ἔδωκεν καὶ τῷ υἱῷ⸊ ζωὴν ἔχειν ἐν ἑαυτῷ· |
28134 | ROM 5:19 | Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. |
28163 | ROM 7:4 | Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ. |
28171 | ROM 7:12 | Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. |
28307 | ROM 11:30 | Ὥσπερ γὰρ ⸋καὶ⸌ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· |
28336 | ROM 13:2 | Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται. |
28485 | 1CO 3:7 | Ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων θεός. |
28499 | 1CO 3:21 | Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, |
28506 | 1CO 4:5 | Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. |
28593 | 1CO 7:38 | Ὥστε καὶ ὁ ⸂ἐκγαμίζων⸃ ⸆ καλῶς ποιεῖ· ⸂2ὁ δὲ⸃ μὴ ⸂3ἐκγαμίζων⸃ κρεῖσσον ⸂4ποιεῖ.⸃ |
28647 | 1CO 10:12 | Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. |
28680 | 1CO 11:12 | Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. |
28695 | 1CO 11:27 | Ὥστε ὃς ἂν ⸂ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου,⸃ ἔνοχος ἔσται ⸂2τοῦ σώματος καὶ τοῦ αἵματος⸃ τοῦ κυρίου. |
28701 | 1CO 11:33 | Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. |
28768 | 1CO 14:22 | Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. |
28785 | 1CO 14:39 | Ὥστε, ἀδελφοί, ⸆ ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸉γλώσσαις μὴ κωλύετε·⸊ |
28808 | 1CO 15:22 | Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζῳοποιηθήσονται. |
28844 | 1CO 15:58 | Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ. |
28939 | 2CO 4:12 | Ὥστε ⸂ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ⸃ ἐν ὑμῖν. |
28961 | 2CO 5:16 | Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ ⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. |
28962 | 2CO 5:17 | Ὥστε εἴ τις ἐν χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονεν καινὰ ⸋τὰ πάντα.⸌ |
29178 | GAL 3:9 | Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. |
29193 | GAL 3:24 | Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. |
29205 | GAL 4:7 | Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος ⸂θεοῦ διὰ χριστοῦ.⸃ |
29214 | GAL 4:16 | Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; |
29470 | PHP 2:12 | Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· |
29510 | PHP 4:1 | Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. |
29688 | 1TH 4:18 | Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. |
30314 | HEB 13:6 | Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, ⸋καὶ⸌ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. |
30352 | JAS 1:19 | ⸂Ὥστε,⸃ ἀδελφοί μου ἀγαπητοί, ἔστω ⸆ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· |
30386 | JAS 2:26 | Ὥσπερ ⸋γὰρ⸌ ⸂τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων⸃ νεκρά ἐστιν. |
30532 | 1PE 4:19 | Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ, ⸋ὡς⸌ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸂αὐτῶν⸃ ἐν ἀγαθοποιΐᾳ. |