23220 | MAT 1:7 | Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησεν τὸν ⸂Ἀσά· |
23231 | MAT 1:18 | ⸂Τοῦ δὲ Ἰησοῦ χριστοῦ⸃ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης ⸋γὰρ⸌ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. |
23232 | MAT 1:19 | Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν ⸂παραδειγματίσαι,⸃ ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. |
23237 | MAT 1:24 | ⸂Διεγερθεὶς⸃ δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου· καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, |
23238 | MAT 1:25 | καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν ⸂τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·⸃ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. |
23247 | MAT 2:9 | Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ⸂ἔστη⸃ ἐπάνω οὗ ἦν τὸ παιδίον. |
23249 | MAT 2:11 | Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, ⸂εἶδον⸃ τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. |
23255 | MAT 2:17 | Τότε ἐπληρώθη τὸ ῥηθὲν ⸂ὑπὸ⸃ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, |
23259 | MAT 2:21 | Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ⸂ἦλθεν⸃ εἰς γῆν Ἰσραήλ. |
23264 | MAT 3:3 | Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
23269 | MAT 3:8 | Ποιήσατε οὖν ⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας· |
23275 | MAT 3:14 | ⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; |
23276 | MAT 3:15 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. |
23277 | MAT 3:16 | ⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν ⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν ⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. |
23282 | MAT 4:4 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ⸆ ἄνθρωπος, ἀλλ᾽ ⸂ἐπὶ⸃ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. |
23287 | MAT 4:9 | καὶ ⸂λέγει⸃ αὐτῷ, Ταῦτα ⸉πάντα σοι⸊ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. |
23301 | MAT 4:23 | Καὶ περιῆγεν ⸂ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς,⸃ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. |
23316 | MAT 5:13 | Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ ⸂βληθῆναι⸃ ἔξω ⸋καὶ⸌ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. |
23331 | MAT 5:28 | ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ⸂αὐτὴν⸃ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. |
23333 | MAT 5:30 | Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου ⸂βληθῇ εἰς γέενναν.⸃ |
23335 | MAT 5:32 | ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ⸂ὃς ἂν ἀπολύσῃ⸃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν ⸂2μοιχᾶσθαι·⸃ καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. |
23342 | MAT 5:39 | ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ⸂ῥαπίσει⸃ ⸂2ἐπὶ⸃ τὴν δεξιὰν ⸂3σιαγόνα,⸃ στρέψον αὐτῷ καὶ τὴν ἄλλην· |
23345 | MAT 5:42 | Τῷ αἰτοῦντί σε ⸂δίδου·⸃ καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. |
23347 | MAT 5:44 | ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, ⸂εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,⸃ καὶ προσεύχεσθε ὑπὲρ τῶν ⸋ἐπηρεαζόντων ὑμᾶς, καὶ⸌ διωκόντων ὑμᾶς· |
23349 | MAT 5:46 | Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι ⸂τὸ αὐτὸ⸃ ποιοῦσιν; |
23350 | MAT 5:47 | Καὶ ἐὰν ἀσπάσησθε τοὺς ⸂φίλους⸃ ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ⸂2τελῶναι⸃ ⸂3οὕτως⸃ ποιοῦσιν; |
23351 | MAT 5:48 | Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ⸂ὥσπερ⸃ ὁ πατὴρ ὑμῶν ὁ ⸂2ἐν τοῖς οὐρανοῖς⸃ τέλειός ἐστιν. |
23352 | MAT 6:1 | Προσέχετε ⸆ τὴν ⸂ἐλεημοσύνην⸃ ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. |
23356 | MAT 6:5 | Καὶ ὅταν ⸂προσεύχῃ,⸃ οὐκ ⸂2ἔσῃ⸃ ⸂3ὥσπερ⸃ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ⸋ἂν⸌ φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ⸋2ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
23359 | MAT 6:8 | Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδεν γὰρ ⸂ὁ πατὴρ ὑμῶν⸃ ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. |
23363 | MAT 6:12 | Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ⸂ἀφίεμεν⸃ τοῖς ὀφειλέταις ἡμῶν. |
23367 | MAT 6:16 | Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ⸂ὥσπερ⸃ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ⸋ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
23372 | MAT 6:21 | Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ⸂ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.⸃ |
23376 | MAT 6:25 | Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε ⸂καὶ τί πίητε·⸃ μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; |
23379 | MAT 6:28 | Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε ⸂τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ |
23383 | MAT 6:32 | Πάντα γὰρ ταῦτα τὰ ἔθνη ⸂ἐπιζητεῖ·⸃ οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. |
23385 | MAT 6:34 | Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει ⸂τὰ ἑαυτῆς.⸃ Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. |
23387 | MAT 7:2 | ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ⸂μετρηθήσεται⸃ ὑμῖν. |
23389 | MAT 7:4 | Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ⸂ἀπὸ⸃ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; |
23391 | MAT 7:6 | Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸂καταπατήσωσιν⸃ αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. |
23393 | MAT 7:8 | Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ⸂ἀνοιγήσεται.⸃ |
23394 | MAT 7:9 | Ἢ τίς ⸋ἐστιν⸌ ἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸂ἐὰν αἰτήσῃ⸃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; |
23395 | MAT 7:10 | ⸆ Καὶ ⸂ἐὰν ἰχθὺν αἰτήσῃ,⸃ μὴ ὄφιν ἐπιδώσει αὐτῷ; |
23397 | MAT 7:12 | Πάντα οὖν ὅσα ⸂ἂν⸃ θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. |
23399 | MAT 7:14 | ⸂τί⸃ στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. |
23401 | MAT 7:16 | Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸂σταφυλήν,⸃ ἢ ἀπὸ τριβόλων σῦκα; |
23403 | MAT 7:18 | Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸂ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.⸃ |
23409 | MAT 7:24 | Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸂ὁμοιώσω αὐτὸν⸃ ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸉τὴν οἰκίαν αὐτοῦ⸊ ἐπὶ τὴν πέτραν· |
23413 | MAT 7:28 | Καὶ ἐγένετο ὅτε ⸂συνετέλεσεν⸃ ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· |
23415 | MAT 8:1 | ⸂Καταβάντι δὲ αὐτῷ⸃ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· |
23416 | MAT 8:2 | καὶ ἰδού, λεπρὸς ⸂ἐλθὼν⸃ προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. |
23418 | MAT 8:4 | Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ ⸂προσένεγκε⸃ τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. |
23419 | MAT 8:5 | ⸂Εἰσελθόντι δὲ αὐτῷ⸃ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν, |
23422 | MAT 8:8 | ⸂Καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ ⸂2λόγῳ,⸃ καὶ ἰαθήσεται ὁ παῖς μου. |
23424 | MAT 8:10 | Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, ⸂οὐδὲ⸃ ⸉ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν⸊ εὗρον. |
23429 | MAT 8:15 | καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει ⸂αὐτῷ.⸃ |
23432 | MAT 8:18 | Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. |
23436 | MAT 8:22 | Ὁ δὲ Ἰησοῦς ⸂εἶπεν⸃ αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. |
23439 | MAT 8:25 | Καὶ προσελθόντες ⸂οἱ μαθηταὶ⸃ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον ⸋ἡμᾶς,⸌ ἀπολλύμεθα. |
23442 | MAT 8:28 | Καὶ ⸂ἐλθόντι αὐτῷ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸂2Γεργεσηνῶν,⸃ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· |
23443 | MAT 8:29 | καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, ⸂Ἰησοῦ υἱὲ τοῦ θεοῦ;⸃ Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; |
23445 | MAT 8:31 | Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἐπίτρεψον ἡμῖν ἀπελθεῖν⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων. |
23446 | MAT 8:32 | Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τὴν ἀγέλην τῶν χοίρων·⸃ καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη ⸋τῶν χοίρων⸌ κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. |
23448 | MAT 8:34 | Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸂συνάντησιν⸃ τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. |
23450 | MAT 9:2 | Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, Θάρσει, τέκνον· ⸂ἀφέωνταί⸃ ⸂2σοι αἱ ἁμαρτίαι σου.⸃ |
23452 | MAT 9:4 | Καὶ ⸂ἰδὼν⸃ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἵνα τί ⸋ὑμεῖς⸌ ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; |
23453 | MAT 9:5 | Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ⸂Ἀφέωνταί⸃ ⸂2σου⸃ αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, ⸂3Ἔγειραι⸃ καὶ περιπάτει; |
23454 | MAT 9:6 | Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—τότε λέγει τῷ παραλυτικῷ—⸂Ἐγερθεὶς⸃ ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. |
23456 | MAT 9:8 | Ἰδόντες δὲ οἱ ⸆ ὄχλοι ⸂ἐθαύμασαν,⸃ καὶ ἐδόξασαν τὸν θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. |
23459 | MAT 9:11 | Καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸂εἶπον⸃ τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ⸆ ὁ διδάσκαλος ὑμῶν; |
23460 | MAT 9:12 | ⸂Ὁ δὲ Ἰησοῦς⸃ ἀκούσας εἶπεν ⸋αὐτοῖς,⸌ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. |
23461 | MAT 9:13 | Πορευθέντες δὲ μάθετε τί ἐστιν, ⸂Ἔλεον⸃ θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς ⸋εἰς μετάνοιαν.⸌ |
23465 | MAT 9:17 | Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ⸂ἀπολοῦνται·⸃ ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ⸂2ἀμφότεροι⸃ συντηροῦνται. |
23466 | MAT 9:18 | Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων ⸂εἷς⸃ ⸂2ἐλθὼν⸃ προσεκύνει αὐτῷ, λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. |
23467 | MAT 9:19 | Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸂ἠκολούθησεν⸃ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. |
23470 | MAT 9:22 | Ὁ δὲ Ἰησοῦς ⸂ἐπιστραφεὶς⸃ καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. |
23472 | MAT 9:24 | ⸂λέγει⸃ ⸋αὐτοῖς,⸌ Ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. |
23475 | MAT 9:27 | Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν ⸋αὐτῷ⸌ δύο τυφλοί, κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, ⸂υἱὲ⸃ Δαυίδ. |
23478 | MAT 9:30 | Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ⸂ἐνεβριμήσατο⸃ αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. |
23484 | MAT 9:36 | Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ⸂ἐσκυλμένοι⸃ καὶ ἐρριμμένοι ⸂2ὡσεὶ⸃ πρόβατα μὴ ἔχοντα ποιμένα. |
23488 | MAT 10:2 | Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ⸂ἐστιν⸃ ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· ⸆ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ· |
23494 | MAT 10:8 | ⸂Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε·⸃ δωρεὰν ἐλάβετε, δωρεὰν δότε. |
23496 | MAT 10:10 | μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ⸂ῥάβδους·⸃ ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ⸋ἐστιν.⸌ |
23499 | MAT 10:13 | Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ⸂πρὸς⸃ ὑμᾶς ἐπιστραφήτω. |
23500 | MAT 10:14 | Καὶ ὃς ⸂ἐὰν⸃ μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ⸆ τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. |
23505 | MAT 10:19 | Ὅταν δὲ ⸂παραδιδῶσιν⸃ ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· |
23509 | MAT 10:23 | Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ⸂ἄλλην·⸃ ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις ⸋τοῦ⸌ Ἰσραήλ, ἕως ⸋2ἂν⸌ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. |
23511 | MAT 10:25 | Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ⸂ἐκάλεσαν,⸃ πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; |
23514 | MAT 10:28 | Καὶ μὴ ⸂φοβεῖσθε⸃ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸂2φοβήθητε⸃ δὲ μᾶλλον τὸν δυνάμενον ⸂3καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα⸃ ἀπολέσαι ἐν γεέννῃ. |
23517 | MAT 10:31 | Μὴ οὖν ⸂φοβηθῆτε·⸃ ⸂2πολλῶν⸃ στρουθίων διαφέρετε ὑμεῖς. |
23519 | MAT 10:33 | Ὅστις ⸂δ᾽ ἂν⸃ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι ⸉αὐτὸν κἀγὼ⸊ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν ⸆ οὐρανοῖς. |
23528 | MAT 10:42 | Καὶ ὃς ⸂ἐὰν⸃ ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. |
23530 | MAT 11:2 | Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ, πέμψας ⸂δύο⸃ τῶν μαθητῶν αὐτοῦ, |
23534 | MAT 11:6 | καὶ μακάριός ἐστιν, ὃς ⸂ἐὰν⸃ μὴ σκανδαλισθῇ ἐν ἐμοί. |
23544 | MAT 11:16 | Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν ⸂παιδίοις⸃ ⸂2ἐν ἀγοραῖς καθημένοις,⸃ ⸂3καὶ προσφωνοῦσιν τοῖς ⸂4ἑταίροις αὐτῶν,⸃ |
23547 | MAT 11:19 | Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ⸂τέκνων⸃ αὐτῆς. |
23551 | MAT 11:23 | Καὶ σύ, Καπερναούμ, ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ᾍδου ⸂2καταβιβασθήσῃ·⸃ ὅτι εἰ ἐν Σοδόμοις ⸂3ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. |
23553 | MAT 11:25 | Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸂ἀπέκρυψας⸃ ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. |
23562 | MAT 12:4 | πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸂ἔφαγεν,⸃ ⸂2οὓς⸃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; |
23565 | MAT 12:7 | Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ⸂Ἔλεον⸃ θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. |