23241 | MAT 2:3 | Ἀκούσας δὲ ⸉Ἡρῴδης ὁ βασιλεὺς⸊ ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ· |
23246 | MAT 2:8 | Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, Πορευθέντες ⸉ἀκριβῶς ἐξετάσατε⸊ περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. |
23251 | MAT 2:13 | Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος κυρίου ⸉φαίνεται κατ᾽ ὄναρ⸊ τῷ Ἰωσήφ, λέγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοί· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. |
23257 | MAT 2:19 | Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδού, ἄγγελος κυρίου ⸉κατ᾽ ὄναρ φαίνεται⸊ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, |
23260 | MAT 2:22 | Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ⸋ἐπὶ⸌ τῆς Ἰουδαίας ἀντὶ ⸉Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ,⸊ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾽ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, |
23265 | MAT 3:4 | Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον. |
23272 | MAT 3:11 | Ἐγὼ μὲν ⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. ⸆ |
23277 | MAT 3:16 | ⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν ⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν ⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. |
23280 | MAT 4:2 | Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ ⸉νύκτας τεσσαράκοντα,⸊ ὕστερον ἐπείνασεν. |
23281 | MAT 4:3 | Καὶ προσελθὼν ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. |
23287 | MAT 4:9 | καὶ ⸂λέγει⸃ αὐτῷ, Ταῦτα ⸉πάντα σοι⸊ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. |
23294 | MAT 4:16 | ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ⸉εἶδεν φῶς⸊ μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. |
23308 | MAT 5:5 | Μακάριοι οἱ πρᾳεῖς· ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.⸊ |
23323 | MAT 5:20 | Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ⸉ἡ δικαιοσύνη ὑμῶν⸊ πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
23328 | MAT 5:25 | Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ⸉ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ,⸊ μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής ⸋σε παραδῷ⸌ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. |
23339 | MAT 5:36 | μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ⸉ἢ μέλαιναν ποιῆσαι.⸊ |
23373 | MAT 6:22 | Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ⸉ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,⸊ ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· |
23390 | MAT 7:5 | Ὑποκριτά, ἔκβαλε πρῶτον ⸉τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,⸊ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. |
23409 | MAT 7:24 | Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸂ὁμοιώσω αὐτὸν⸃ ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸉τὴν οἰκίαν αὐτοῦ⸊ ἐπὶ τὴν πέτραν· |
23411 | MAT 7:26 | Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸉τὴν οἰκίαν αὐτοῦ⸊ ἐπὶ τὴν ἄμμον· |
23424 | MAT 8:10 | Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, ⸂οὐδὲ⸃ ⸉ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν⸊ εὗρον. |
23441 | MAT 8:27 | Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸉ὑπακούουσιν αὐτῷ;⸊ |
23519 | MAT 10:33 | Ὅστις ⸂δ᾽ ἂν⸃ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι ⸉αὐτὸν κἀγὼ⸊ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν ⸆ οὐρανοῖς. |
23537 | MAT 11:9 | Ἀλλὰ ⸉τί ἐξήλθετε ἰδεῖν; Προφήτην;⸊ Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου· |
23554 | MAT 11:26 | Ναί, ὁ πατήρ, ὅτι οὕτως ⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου. |
23571 | MAT 12:13 | Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον ⸉τὴν χεῖρά σου.⸊ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. |
23572 | MAT 12:14 | ⸉Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες,⸊ ὅπως αὐτὸν ἀπολέσωσιν. |
23585 | MAT 12:27 | Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο αὐτοὶ ⸉ὑμῶν ἔσονται κριταί.⸊ |
23586 | MAT 12:28 | Εἰ δὲ ⸉ἐν πνεύματι θεοῦ ἐγὼ⸊ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. |
23602 | MAT 12:44 | Τότε λέγει, ⸉Ἐπιστρέψω εἰς τὸν οἶκόν μου⸊ ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει ⸆ σχολάζοντα, ⸆2 σεσαρωμένον, καὶ κεκοσμημένον. |
23611 | MAT 13:3 | Καὶ ἐλάλησεν αὐτοῖς ⸉πολλὰ ἐν παραβολαῖς,⸊ λέγων, Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ ⸂σπείρειν.⸃ |
23684 | MAT 14:18 | Ὁ δὲ εἶπεν, Φέρετέ μοι ⸉αὐτοὺς ὧδε.⸊ |
23693 | MAT 14:27 | ⸂Εὐθέως⸃ δὲ ἐλάλησεν ⸉αὐτοῖς ὁ Ἰησοῦς,⸊ λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. |
23694 | MAT 14:28 | Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν,⸃ Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸉πρός σε ἐλθεῖν⸊ ἐπὶ τὰ ὕδατα. |
23703 | MAT 15:1 | Τότε προσέρχονται τῷ Ἰησοῦ ⸋οἱ⸌ ἀπὸ Ἱεροσολύμων ⸉γραμματεῖς καὶ Φαρισαῖοι,⸊ λέγοντες, |
23732 | MAT 15:30 | Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς· |
23739 | MAT 15:37 | Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ⸉ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,⸊ ἑπτὰ σπυρίδας πλήρεις. |
23762 | MAT 16:21 | Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸉ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. |
23772 | MAT 17:3 | Καὶ ἰδού, ⸂ὤφθησαν⸃ αὐτοῖς Μωσῆς καὶ Ἠλίας, ⸉μετ᾽ αὐτοῦ συλλαλοῦντες.⸊ |
23773 | MAT 17:4 | Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸂ποιήσωμεν⸃ ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ ⸉μίαν Ἠλίᾳ.⸊ |
23774 | MAT 17:5 | Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸉αὐτοῦ ἀκούετε.⸊ |
23786 | MAT 17:17 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸉ἔσομαι μεθ᾽ ὑμῶν;⸊ Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. |
23804 | MAT 18:8 | Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸂αὐτὰ⸃ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸉χωλὸν ἢ κυλλόν,⸊ ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. |
23817 | MAT 18:21 | Τότε προσελθὼν ⸉αὐτῷ ὁ Πέτρος εἶπεν,⸊ Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; |
23820 | MAT 18:24 | Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, ⸂προσηνέχθη⸃ ⸉αὐτῷ εἷς⸊ ὀφειλέτης μυρίων ταλάντων. |
23822 | MAT 18:26 | Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων, ⸋Κύριε,⸌ Μακροθύμησον ἐπ᾽ ⸂ἐμοί,⸃ καὶ πάντα ⸉σοι ἀποδώσω.⸊ |
23846 | MAT 19:15 | Καὶ ἐπιθεὶς ⸉αὐτοῖς τὰς χεῖρας,⸊ ἐπορεύθη ἐκεῖθεν. |
23847 | MAT 19:16 | Καὶ ἰδού, εἷς ⸆ προσελθὼν ⸉εἶπεν αὐτῷ,⸊ Διδάσκαλε ⸋ἀγαθέ,⸌ τί ἀγαθὸν ποιήσω, ἵνα ⸂ἔχω⸃ ζωὴν αἰώνιον; |
23848 | MAT 19:17 | Ὁ δὲ εἶπεν αὐτῷ, Τί με ⸂λέγεις ἀγαθόν;⸃ ⸂2Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.⸃ Εἰ δὲ θέλεις ⸉εἰσελθεῖν εἰς τὴν ζωήν,⸊ ⸂3τήρησον⸃ τὰς ἐντολάς. |
23851 | MAT 19:20 | Λέγει αὐτῷ ὁ νεανίσκος, ⸉Πάντα ταῦτα⸊ ⸂ἐφυλαξάμην⸃ ⸋ἐκ νεότητός μου·⸌ τί ἔτι ὑστερῶ; |
23854 | MAT 19:23 | Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι ⸉δυσκόλως πλούσιος⸊ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
23860 | MAT 19:29 | Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂2ὀνόματός μου,⸃ ⸂3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. |
23873 | MAT 20:12 | λέγοντες ⸋ὅτι⸌ Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸉ἡμῖν αὐτοὺς⸊ ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. |
23874 | MAT 20:13 | Ὁ δὲ ἀποκριθεὶς ⸉εἶπεν ἑνὶ αὐτῶν,⸊ Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; |
23876 | MAT 20:15 | ⸋Ἢ⸌ οὐκ ἔξεστίν μοι ⸉ποιῆσαι ὃ θέλω⸊ ἐν τοῖς ἐμοῖς; ⸂Εἰ⸃ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; |
23883 | MAT 20:22 | ⸉Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,⸊ Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ⸂ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;⸃ Λέγουσιν αὐτῷ, Δυνάμεθα. |
23891 | MAT 20:30 | Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. |
23892 | MAT 20:31 | Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. |
23906 | MAT 21:11 | Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν ⸉Ἰησοῦς ὁ προφήτης,⸊ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. |
23909 | MAT 21:14 | Καὶ προσῆλθον αὐτῷ ⸉χωλοὶ καὶ τυφλοὶ⸊ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς. |
23921 | MAT 21:26 | Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ⸉ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.⸊ |
23927 | MAT 21:32 | Ἦλθεν γὰρ ⸉πρὸς ὑμᾶς Ἰωάννης⸊ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸂οὐ⸃ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. |
23942 | MAT 22:1 | Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸉αὐτοῖς ἐν παραβολαῖς,⸊ λέγων, |
23954 | MAT 22:13 | Τότε ⸉εἶπεν ὁ βασιλεὺς⸊ τοῖς διακόνοις, Δήσαντες αὐτοῦ ⸉2πόδας καὶ χεῖρας,⸊ ⸂ἄρατε αὐτὸν καὶ ἐκβάλετε⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
23969 | MAT 22:28 | Ἐν τῇ ⸉οὖν ἀναστάσει,⸊ τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. |
23984 | MAT 22:43 | Λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸉κύριον αὐτὸν καλεῖ,⸊ λέγων, |
23987 | MAT 22:46 | Καὶ οὐδεὶς ἐδύνατο ⸉αὐτῷ ἀποκριθῆναι⸊ λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. |
23990 | MAT 23:3 | πάντα οὖν ὅσα ⸂ἐὰν⸃ εἴπωσιν ὑμῖν ⸋τηρεῖν,⸌ ⸉τηρεῖτε καὶ ποιεῖτε·⸊ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. |
23996 | MAT 23:9 | Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ⸉ὁ πατὴρ ὑμῶν,⸊ ὁ ⸂ἐν τοῖς οὐρανοῖς.⸃ |
24015 | MAT 23:28 | Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ ⸉μεστοί ἐστε⸊ ὑποκρίσεως καὶ ἀνομίας. |
24017 | MAT 23:30 | καὶ λέγετε, Εἰ ⸂ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν⸃ ⸉κοινωνοὶ αὐτῶν⸊ ἐν τῷ αἵματι τῶν προφητῶν. |
24023 | MAT 23:36 | Ἀμὴν λέγω ὑμῖν, ⸋ὅτι⸌ ἥξει ⸉πάντα ταῦτα⸊ ἐπὶ τὴν γενεὰν ταύτην. |
24024 | MAT 23:37 | Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸉ἐπισυνάγει ὄρνις⸊ τὰ νοσσία ⸂ἑαυτῆς⸃ ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. |
24027 | MAT 24:1 | Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸉ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ·⸊ καὶ προσῆλθον ⸆ οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. |
24028 | MAT 24:2 | ⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸆ εἶπεν αὐτοῖς, Οὐ βλέπετε ⸉πάντα ταῦτα;⸊ Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ ⸆2 καταλυθήσεται. |
24059 | MAT 24:33 | οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸉ταῦτα πάντα,⸊ γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. |
24066 | MAT 24:40 | Τότε ⸉δύο ἔσονται⸊ ἐν τῷ ἀγρῷ· ⸂ὁ εἷς παραλαμβάνεται, καὶ ὁ εἷς ἀφίεται.⸃ |
24070 | MAT 24:44 | Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ⸉ὥρᾳ οὐ δοκεῖτε,⸊ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. |
24072 | MAT 24:46 | Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸉ποιοῦντα οὕτως.⸊ |
24074 | MAT 24:48 | Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ⸉ὁ κύριός μου⸊ ⸋ἐλθεῖν,⸌ |
24079 | MAT 25:2 | ⸂Πέντε δὲ ⸉ἦσαν ἐξ αὐτῶν⸊ φρόνιμοι, καὶ αἱ πέντε μωραί.⸃ |
24096 | MAT 25:19 | Μετὰ δὲ ⸉χρόνον πολὺν⸊ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει ⸉2μετ᾽ αὐτῶν λόγον.⸊ |
24104 | MAT 25:27 | ἔδει ⸉οὖν σε⸊ βαλεῖν ⸂τὸ ἀργύριόν⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. |
24127 | MAT 26:4 | καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν ⸉δόλῳ κρατήσωσιν⸊ καὶ ἀποκτείνωσιν. |
24130 | MAT 26:7 | προσῆλθεν αὐτῷ γυνὴ ⸉ἀλάβαστρον μύρου ἔχουσα⸊ βαρυτίμου, καὶ κατέχεεν ἐπὶ ⸂τὴν κεφαλὴν⸃ αὐτοῦ ἀνακειμένου. |
24146 | MAT 26:23 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ⸉ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,⸊ οὗτός με παραδώσει. |
24159 | MAT 26:36 | Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν ⸉προσεύξωμαι ἐκεῖ.⸊ |
24167 | MAT 26:44 | Καὶ ἀφεὶς αὐτοὺς ⸉ἀπελθὼν πάλιν⸊ προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. ⸆ |
24175 | MAT 26:52 | Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν ⸉σου τὴν μάχαιραν⸊ εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ⸂ἀποθανοῦνται.⸃ |
24176 | MAT 26:53 | Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ⸉ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι⸊ ⸂πλείους ἢ⸃ δώδεκα λεγεῶνας ἀγγέλων; |
24178 | MAT 26:55 | Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν ⸋πρὸς ὑμᾶς⸌ ⸉ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ,⸊ καὶ οὐκ ἐκρατήσατέ με. |
24183 | MAT 26:60 | Καὶ οὐχ εὗρον· ⸋καὶ⸌ πολλῶν ⸉ψευδομαρτύρων προσελθόντων,⸊ ⸋2οὐχ εὗρον.⸌ |
24192 | MAT 26:69 | Ὁ δὲ Πέτρος ⸉ἔξω ἐκάθητο⸊ ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. |
24226 | MAT 27:28 | καὶ ἐκδύσαντες αὐτόν, ⸉περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.⸊ |
24249 | MAT 27:51 | Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸉εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω·⸊ καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· |
24252 | MAT 27:54 | Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸂γενόμενα,⸃ ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς ⸉θεοῦ υἱὸς⸊ ἦν οὗτος. |
24289 | MRK 1:5 | Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, ⸉καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. |
24293 | MRK 1:9 | Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ⸆ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ⸉ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊ |
24297 | MRK 1:13 | Καὶ ἦν ⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ ⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. |
24317 | MRK 1:33 | καὶ ⸉ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν⸊ πρὸς τὴν θύραν. |