23732 | MAT 15:30 | Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς· |
23860 | MAT 19:29 | Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂2ὀνόματός μου,⸃ ⸂3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. |
24553 | MRK 7:21 | Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸉μοιχεῖαι, πορνεῖαι, φόνοι, |
25067 | LUK 2:25 | Καὶ ⸉ἰδού, ἦν ἄνθρωπος⸊ ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ⸉2ἦν ἅγιον⸊ ἐπ᾽ αὐτόν. |
25304 | LUK 7:40 | Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ ⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊ |
25818 | LUK 19:18 | Καὶ ἦλθεν ὁ δεύτερος, λέγων, ⸉Κύριε, ἡ μνᾶ σου⸊ ἐποίησεν πέντε μνᾶς. |
25990 | LUK 22:57 | Ὁ δὲ ἠρνήσατο ⸋αὐτόν,⸌ λέγων, ⸉Γύναι, οὐκ οἶδα αὐτόν.⸊ |
27808 | ACT 23:6 | Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν ⸉Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊ ⸂ἔκραξεν⸃ ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸂2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸋ἐγὼ⸌ κρίνομαι. |
27892 | ACT 26:1 | Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ⸂ὑπὲρ⸃ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ⸉ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,⸊ |
28243 | ROM 9:20 | ⸉Μενοῦνγε, ὦ ἄνθρωπε,⸊ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; |
28418 | ROM 16:14 | Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸉Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν,⸊ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. |
28483 | 1CO 3:5 | ⸂Τίς οὖν ἐστιν ⸉Παῦλος, τίς⸃ δὲ Ἀπολλώς,⸊ ⸋ἀλλ᾽ ἢ⸌ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν; |
30472 | 1PE 2:6 | ⸂Διότι⸃ ⸆ περιέχει ⸂2ἐν τῇ γραφῇ,⸃ Ἰδού, τίθημι ἐν Σιὼν λίθον ⸉ἀκρογωνιαῖον, ἐκλεκτόν,⸊ ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. |