2747 | LEV 1:1 | ΚΑΙ ἀνεκάλεσε Μωυσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγων, |
3606 | NUM 1:1 | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων, |
4895 | DEU 1:1 | ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησε Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀναμέσον Φαρὰν Τοφὸλ, καὶ Λοβὸν, καὶ Αὐλῶν, καὶ καταχρύσεα. |
5671 | DEU 28:58 | ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, ΚΥΡΙΟΝ τὸν ΘΕΟΝ σου. |
5732 | DEU 31:2 | καὶ εἶπε πρὸς αὐτοὺς, ἐκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι· Κύριος δὲ εἶπε πρὸς μὲ, οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον. |
5854 | JOS 1:1 | ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωυσῆ, λέγων, |
6512 | JDG 1:1 | ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ, καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; |
7107 | JDG 21:3 | καὶ εἶπαν, εἰς τί Κύριε Θεὲ Ισραὴλ ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν; |
7130 | RUT 1:1 | ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωὰβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ δύο υἱοὶ αὐτοῦ. |
8026 | 2SA 1:1 | ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. |
8721 | 1KI 1:1 | ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. |
9538 | 2KI 1:1 | ΚΑΙ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ. |
9812 | 2KI 10:15 | Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπε πρὸς αὐτὸν Ιοὺ, εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ ἔστι· καὶ εἶπεν Ἰοὺ, καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα, |
10470 | 1CH 5:38 | καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδὼκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλὼμ, Ἐλιὰβ υἱὸς αὐτοῦ, Ιεροβοὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ. |
10541 | 1CH 7:2 | Καὶ υἱοὶ Θωλὰ, Ὀζὶ, Ῥαφαΐα, καὶ ʼΙεριὴλ, καὶ ʼΙαμαῒ, καὶ ʼΙεμασὰν, καὶ Σαμουὴλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλὰ, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν, ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ, εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. |
10542 | 1CH 7:3 | Καὶ υἱοὶ ʼΟζὶ, ʼΙεζραῒα· καὶ υἱοὶ ʼΙεζραΐ, Μιχαὴλ, ʼΑβδιοὺ, καὶ ʼΙωὴλ, καὶ ʼΙεσία, πέντε, ἄρχοντες πάντες. |
10545 | 1CH 7:6 | Υἱοὶ Βενιαμὶν, καὶ Βαλὲ, καὶ Βαχὶρ, καὶ ʼΙεδιὴλ, τρεῖς. |
10547 | 1CH 7:8 | Καὶ υἱοὶ Βαχὶρ, Ζεμιρὰ, καὶ Ἰωὰς, καὶ Ἐλιέζερ, καὶ Ἐλιθενὰν, καὶ Ἀμαρία, καὶ ʼΙεριμοὺθ, καὶ Ἀβιοὺδ, καὶ Ἀναθὼθ, καὶ ʼΕληεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ. |
10549 | 1CH 7:10 | Καὶ υἱοὶ ʼΙεδιὴλ, Βαλαάν· καὶ υἱοὶ Βαλαὰν, Ἰαοὺς, καὶ Βενιαμὶν, καὶ Ἀὼθ, καὶ Χανανὰ, καὶ Ζαιθὰν, καὶ Θαρσὶ, καὶ Ἀχισαάρ. |
10550 | 1CH 7:11 | Πάντες οὗτοι υἱοὶ ʼΙεδιὴλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει, ἑπτα καίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει πολεμεῖν. |
10573 | 1CH 7:34 | Καὶ υἱοὶ Σεμμὴρ, Ἀχὶρ, καὶ Ῥοογὰ, καὶ ʼΙαβὰ, καὶ Αρὰμ, |
10574 | 1CH 7:35 | καὶ Βανὴ ʼΕλὰμ ἀδελφοῦ αὐτοῦ Σωφὰ, καὶ ʼΙμανὰ, καὶ Σελλὴς, καὶ ʼΑμάλ. |
10575 | 1CH 7:36 | Υἱοὶ Σωφὰς, Σουὲ, καὶ Ἁρναφὰρ, καὶ Σουδὰ, καὶ Βαρὶν, καὶ ʼΙμρὰν, |
10576 | 1CH 7:37 | καὶ Βασὰν, καὶ ʼΩὰ, καὶ Σαμὰ, καὶ Σαλισὰ, καὶ ʼΙεθρὰ, καὶ Βεηρά. |
10595 | 1CH 8:16 | καὶ Μιχαὴλ, καὶ ʼΙεσφὰ, καὶ Ἰωδὰ, υἱοὶ Βεριά. |
10733 | 1CH 12:9 | καὶ Ἰελία καὶ Ζαβαδία υἱοὶ ʼΙροὰμ, καὶ οἱ τοῦ Γεδώρ. |
10943 | 1CH 21:4 | Τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ιωὰβ, καὶ ἐξῆλθεν Ιωὰβ, καὶ διῆθεν ἐν παντὶ Ἰσραὴλ, καὶ ἦλθεν εἰς Ἰερουσλήμ. |
11200 | 2CH 1:1 | ΚΑΙ ἐνίσχυσε Σαλωμὼν υἱὸς Δαυὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος. |
11332 | 2CH 7:3 | Καὶ πάντες οἱ υἱοὶ Ισραὴλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον, καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
11766 | 2CH 27:6 | Κατίσχυσεν Ιωάθαμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ. |
12022 | EZR 1:1 | ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐν γραπτῷ, λέγων, |
13944 | PSA 1:1 | ΜΑΚΑΡΙΟΣ ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν· οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. |
16471 | PRO 1:1 | ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ· |
17725 | ISA 1:1 | ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. |
17885 | ISA 8:8 | καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός. |
17977 | ISA 13:1 | ὍΡΑΣΙΣ ἫΝ ΕΙΔΕΝ ἩΣΑΙΑΣ ΥΙΟΣ ἈΜΩΣ ΚΑΤΑ ΒΑΒΥΛΩΝΟΣ. |
18030 | ISA 14:32 | Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιων, καὶ διʼ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. |
18074 | ISA 18:7 | Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαὼθ, ὄρος Σιών. ὍΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. |
18115 | ISA 21:10 | Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἸΔΟΥΜΑΙΑΣ. |
18122 | ISA 21:17 | καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησε. ΤΟ ῬΗΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. |
18292 | ISA 30:5 | Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. Ἡ ὍΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ἘΝ ΤΗ ἘΡΗΜΩ. |
18469 | ISA 38:9 | ΠΡΟΣΕΥΧΗ ἘΖΕΚΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ἸΟΥΔΑΙΑΣ, ἩΝΙΚΑ ἘΜΑΛΑΚΙΣΘΗ, ΚΑΙ ἈΝΕΣΤΗ ἘΚ ΤΗΣ ΜΑΛΑΚΙΑΣ ΑΥΤΟΥ. |
19296 | JER 11:1 | Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ΛΕΓΩΝ, |
19363 | JER 14:1 | ΚΑΙ ἘΓΕΝΕΤΟ ΛΟΓΟΣ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΕΡΙ ΤΗΣ ἈΒΡΟΧΙΑΣ. |
19510 | JER 21:1 | Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ὍΤΕ ἈΠΕΣΤΕΙΛΕ ΠΡΟΣ ΑΥΤΟΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΣΕΔΕΚΙΑΣ ΤΟΝ ΠΑΣΧΩΡ ΥΙΟΝ ΜΕΓΧΙΟΥ, ΚΑΙ ΣΟΦΟΝΙΑΝ ΥΙΟΝ ΒΑΣΑΙΟΥ ΤΟΝ ἹΕΡΕΑ, ΛΕΓΩΝ, |
19604 | JER 25:1 | Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ἐπὶ πάντα τὸν λαὸν Ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, |
19617 | JER 25:14 | Ἃ ἘΠΡΟΦΗΤΕΥΣΕΝ ἹΕΡΕΜΙΑΣ ἘΠΙ ΤΑ ἜΘΝΗ ΤΑ ΑΙΛΑΜ. |
19643 | JER 26:2 | ΤΗ ΑΙΓΥΠΤΩ ἘΠΙ ΔΥΝΑΜΙΝ ΦΑΡΑΩ ΝΕΧΑΩ ΒΑΣΙΛΕΩΣ ΑΙΓΥΠΤΟΥ, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρμεὶς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα. |
19654 | JER 26:13 | Ἃ ἘΛΑΛΗΣΕ ΚΥΡΙΟΣ ἐν χειρὶ Ἱερεμίου, τοῦ ἐλθεῖν τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου. |
19666 | JER 27:1 | ΛΟΓΟΣ ΚΥΡΙΟΥ ὋΝ ἘΛΑΛΗΣΕΝ ἘΠΙ ΒΑΒΥΛΩΝΑ. |
19705 | JER 29:1 | ἘΠΙ ΤΟΥΣ ἈΛΛΟΦΥΛΟΥΣ ΤΑΔΕ ΛΕΓΕΙ ΚΥΡΙΟΣ. |
19737 | JER 30:1 | ΤΗ ἸΔΟΥΜΑΙΑ, τάδε λέγει Κύριος, οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν· |
19753 | JER 30:17 | ΤΟΙΣ ΥΙΟΙΣ ἈΜΜΩΝ οὕτως εἶπε Κύριος, μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; διατί παρέλαβε Μελχὸλ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει; |
19759 | JER 30:23 | ΤΗ ΚΗΔΑΡ ΤΗ ΒΑΣΙΛΙΣΣΗ ΤΗΣ ΑΥΛΗΣ, ἫΝ ἘΠΑΤΑΞΕ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΒΑΣΙΛΕΥΣ ΒΑΒΥΛΩΝΟΣ, οὕτως εἶπε Κύριος, Ἀνάστητε, καὶ ἀνάβητε ἐπὶ Κηδὰρ, καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ. |
19845 | JER 33:1 | ἘΝ ἈΡΧΗ ΒΑΣΙΛΕΩΣ ἸΩΑΚΕΙΜ ΥΙΟΥ ἸΩΣΙΑ, ἘΓΕΝΗΘΗ Ὁ ΛΟΓΟΣ ΟΥΤΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ· |
19944 | JER 37:1 | Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΑΡΑ ΚΥΡΙΟΥ, ΕΙΠΕΙΝ, |