99 | GEN 4:19 | Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδά· καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά. |
102 | GEN 4:22 | Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ, Νοεμά. |
103 | GEN 4:23 | Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλὰ, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. |
105 | GEN 4:25 | Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. |
106 | GEN 4:26 | Καὶ τῷ Σὴθ ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἑνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. |
109 | GEN 5:3 | Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ. |
110 | GEN 5:4 | Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ, ἔτη ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
112 | GEN 5:6 | Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη· καὶ ἐγέννησε τὸν Ἐνώς. |
113 | GEN 5:7 | Καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
114 | GEN 5:8 | Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανε. |
138 | GEN 5:32 | Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
148 | GEN 6:10 | Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
159 | GEN 6:21 | Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. |
173 | GEN 7:13 | Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ, εἰς τὴν κιβωτόν. |
224 | GEN 9:18 | Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. |
229 | GEN 9:23 | Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. |
232 | GEN 9:26 | Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ. |
233 | GEN 9:27 | Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ· καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. |
236 | GEN 10:1 | Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. |
242 | GEN 10:7 | Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν. |
245 | GEN 10:10 | Καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰδ, καὶ Χαλάννη, ἐν τῇ γῇ Σεναάρ. |
250 | GEN 10:15 | Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ, καὶ τὸν Χετταῖον, |
253 | GEN 10:18 | καὶ τον Ἀράδιον, καὶ τὸν Σαμαραῖον, καὶ τὸν Ἀμαθί. Καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων. |
254 | GEN 10:19 | Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά. |
256 | GEN 10:21 | Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος. |
257 | GEN 10:22 | Υἱοὶ Σὴμ, Ἐλὰμ, καὶ Ἀσσοὺρ, καὶ Ἀρφαξὰδ, καὶ Λοὺδ, καὶ Ἀρὰμ, καὶ Καϊνᾶν. |
259 | GEN 10:24 | Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά· Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ. |
261 | GEN 10:26 | Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ, καὶ Σαλὲθ, καὶ τὸν Σαρμὼθ, καὶ Ἰαρὰχ, |
263 | GEN 10:28 | καὶ Ἀβιμαὲλ, καὶ Σαβὰ, |
265 | GEN 10:30 | Καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν, ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρὰ ὄρος ἀνατολῶν. |
266 | GEN 10:31 | Οὗτοι υἱοὶ Σὴμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. |
269 | GEN 11:2 | Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ. |
276 | GEN 11:9 | Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς. |
277 | GEN 11:10 | Καὶ αὗται αἱ γενέσεις Σήμ· καὶ ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξὰδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. |
278 | GEN 11:11 | Καὶ ἔζησε Σὴμ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ, ἔτη πεντακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. |
280 | GEN 11:13 | Καὶ ἔζησεν Ἀρφαξὰδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, ἔτη τετρακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Σαλά· καὶ ἔξησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ, ἔτη τριακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. |
281 | GEN 11:14 | Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ἕβερ. |
282 | GEN 11:15 | Καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ, τριακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας· καὶ ἀπέθανε. |
287 | GEN 11:20 | Καὶ ἔζησε Ῥαγαὺ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη, καὶ ἐγέννησε τὸν Σερούχ. |
288 | GEN 11:21 | Καὶ ἔζησε Ῥαγαῦ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ, διακόσια ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. |
289 | GEN 11:22 | Καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Ναχώρ. |
290 | GEN 11:23 | Καὶ ἔζησε Σεροὺχ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ, ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. |
296 | GEN 11:29 | Καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ, Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ, Μελχά, θυγάτηρ Ἀῤῥάν· καὶ πατὴρ Μελχὰ, καὶ πατὴρ Ἰεσχά. |
297 | GEN 11:30 | Καὶ ἦν Σάρα στεῖρα, καὶ οὐκ ἐτεκνοποίει. |
298 | GEN 11:31 | Καὶ ἔλαβε Θάῤῥα τὸν Ἅβραμ υἱὸν αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν Χαναάν· καὶ ἦλθον ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ. |
304 | GEN 12:5 | Καὶ ἔλαβεν Ἅβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχὴν ἣν ἐκτήσαντο, ἐκ Χαῤῥάν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν. |
305 | GEN 12:6 | Καὶ διώδευσεν Ἅβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. |
310 | GEN 12:11 | Ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρα τῇ γυναικὶ, γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. |
316 | GEN 12:17 | Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ, περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ. |
329 | GEN 13:10 | Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. |
331 | GEN 13:12 | Ἅβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. |
332 | GEN 13:13 | Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. |
338 | GEN 14:1 | Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναὰρ, καὶ Ἀριὼχ βασιλέως Ἑλλασὰρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν, |
339 | GEN 14:2 | ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. |
342 | GEN 14:5 | Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετʼ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, καὶ Καρναῒν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει. |
343 | GEN 14:6 | Καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. |
345 | GEN 14:8 | Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων, καὶ βασιλεὺς Γομόῤῥας, καὶ βασιλεὺς Ἀδαμὰ, καὶ βασιλεὺς Σεβωεὶμ, καὶ βασιλεὺς Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι, τῇ ἁλυκῇ, |
346 | GEN 14:9 | πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ, καὶ Θαπγὰλ βασιλέα ἐθνῶν, καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ, καὶ Ἀριὼχ βασιλέα Ἑλλασὰρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. |
347 | GEN 14:10 | Ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου· ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας, καὶ ἐνέπεσαν ἐκεῖ· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. |
348 | GEN 14:11 | Ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. |
349 | GEN 14:12 | Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἅβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. |
353 | GEN 14:16 | Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων· καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. |
354 | GEN 14:17 | Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ, καὶ τῶν βασιλέων τῶν μετʼ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων. |
355 | GEN 14:18 | Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. |
358 | GEN 14:21 | Εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἅβραμ, δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. |
359 | GEN 14:22 | Εἶπε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα Σοδόμων, ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύπιον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, |
376 | GEN 15:15 | Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ. |
383 | GEN 16:1 | Σάρα δὲ ἡ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. |
384 | GEN 16:2 | Εἶπε δὲ Σάρα πρὸς Ἅβραμ, ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς· ὑπήκουσελ δὲ Ἅβραμ τῆς φωνῆς Σάρας. |
385 | GEN 16:3 | Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναὰν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. |
387 | GEN 16:5 | Εἶπε δὲ Σάρα πρὸς Ἅβραμ, ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σου. |
388 | GEN 16:6 | Εἶπε δὲ Ἅβραμ πρὸς Σάραν, ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. |
389 | GEN 16:7 | Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. |
390 | GEN 16:8 | Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Ἄγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. |
413 | GEN 17:15 | Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραὰμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. |
415 | GEN 17:17 | Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν τέξεται; |
417 | GEN 17:19 | Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν. |
419 | GEN 17:21 | Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. |
420 | GEN 17:22 | Συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν, καὶ ἀνέβη ὁ Θεὸς ἀπὸ Ἁβραάμ. |
431 | GEN 18:6 | Καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ, σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. |
434 | GEN 18:9 | Εἶπε δὲ πρὸς αὐτὸν, ποῦ Σάῤῥα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἰδοὺ ἐν τῇ σκηνῇ. |
435 | GEN 18:10 | Εἶπε δὲ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ. |