138 | GEN 5:32 | Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
148 | GEN 6:10 | Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
173 | GEN 7:13 | Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ, εἰς τὴν κιβωτόν. |
224 | GEN 9:18 | Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. |
228 | GEN 9:22 | Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. |
231 | GEN 9:25 | Καὶ εἶπεν, ἐπικατάρατος Χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. |
232 | GEN 9:26 | Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ. |
233 | GEN 9:27 | Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ· καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. |
236 | GEN 10:1 | Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. |
241 | GEN 10:6 | Υἱοὶ δὲ Χὰμ, Χοὺς, καὶ Μεσραῒν, Φοὺδ, καὶ Χαναάν. |
242 | GEN 10:7 | Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν. |
243 | GEN 10:8 | Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. |
245 | GEN 10:10 | Καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰδ, καὶ Χαλάννη, ἐν τῇ γῇ Σεναάρ. |
246 | GEN 10:11 | Ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησε τὴν Νινευῒ, καὶ τὴν Ῥοωβὼθ πόλιν, καὶ τὴν Χαλὰχ, |
247 | GEN 10:12 | καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευῒ, καὶ ἀνὰ μέσον Χαλάχ· αὕτη ἡ πόλις μεγάλη. |
249 | GEN 10:14 | καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασμωνιεὶμ, ὅθεν ἐξῆλθε Φυλιστιεὶμ, καὶ τοὺς Γαφθοριείμ. |
250 | GEN 10:15 | Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ, καὶ τὸν Χετταῖον, |
253 | GEN 10:18 | καὶ τον Ἀράδιον, καὶ τὸν Σαμαραῖον, καὶ τὸν Ἀμαθί. Καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων. |
254 | GEN 10:19 | Καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζὰν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωῒμ ἕως Δασά. |
255 | GEN 10:20 | Οὗτοι υἱοὶ Χὰμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. |
295 | GEN 11:28 | Καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάῤῥα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. |
298 | GEN 11:31 | Καὶ ἔλαβε Θάῤῥα τὸν Ἅβραμ υἱὸν αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν Χαναάν· καὶ ἦλθον ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ. |
299 | GEN 11:32 | Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν γῇ Χαῤῥὰν, διακόσια πέντε ἔτη· καὶ ἀπέθανε Θάῤῥα ἐν Χαῤῥάν. |
303 | GEN 12:4 | Καὶ ἐπορεύθη Ἅβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετʼ αὐτοῦ Λώτ· Ἅβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν. |
304 | GEN 12:5 | Καὶ ἔλαβεν Ἅβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχὴν ἣν ἐκτήσαντο, ἐκ Χαῤῥάν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν. |
305 | GEN 12:6 | Καὶ διώδευσεν Ἅβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. |
326 | GEN 13:7 | Καὶ ἐγενετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἅβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. |
331 | GEN 13:12 | Ἅβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. |
337 | GEN 13:18 | Καὶ ἀποσκηνώσας Ἅβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρὼμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ. |
338 | GEN 14:1 | Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναὰρ, καὶ Ἀριὼχ βασιλέως Ἑλλασὰρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν, |
341 | GEN 14:4 | Δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. |
342 | GEN 14:5 | Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετʼ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, καὶ Καρναῒν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει. |
343 | GEN 14:6 | Καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. |
346 | GEN 14:9 | πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ, καὶ Θαπγὰλ βασιλέα ἐθνῶν, καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ, καὶ Ἀριὼχ βασιλέα Ἑλλασὰρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. |
352 | GEN 14:15 | Καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. |
354 | GEN 14:17 | Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ, καὶ τῶν βασιλέων τῶν μετʼ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων. |
368 | GEN 15:7 | Εἶπε δὲ πρὸς αὐτὸν, ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. |
381 | GEN 15:20 | καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς ʼΡαφαεὶν, |
382 | GEN 15:21 | καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους. |
385 | GEN 16:3 | Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναὰν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. |
406 | GEN 17:8 | Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. |
570 | GEN 22:22 | καὶ τὸν Χαζὰδ, καὶ Ἀζαῦ, καὶ τὸν Φαλδὲς, καὶ τὸν Ἰελδὰφ, καὶ τὸν Βαθουήλ. |
574 | GEN 23:2 | Καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβὸκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη ἔστι Χεβρὼν ἐν τῇ γῇ Χαναάν ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάῤῥαν, καὶ πενθῆσαι. |
575 | GEN 23:3 | Καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ, λέγων, |
577 | GEN 23:5 | Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ, λέγοντες, μὴ, κύριε. |
579 | GEN 23:7 | Ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ. |
582 | GEN 23:10 | Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ, καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων, |
588 | GEN 23:16 | καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χὲτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. |
590 | GEN 23:18 | τῷ Ἁβραὰμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ, καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. |
591 | GEN 23:19 | Μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῇ γῇ Χαναάν. |
592 | GEN 23:20 | Καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου, παρὰ τῶν υἱῶν Χέτ. |
595 | GEN 24:3 | Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθʼ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοις. |
629 | GEN 24:37 | Καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν. |
660 | GEN 25:1 | Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα. |
663 | GEN 25:4 | Υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ, καὶ Ἀφεὶρ, καὶ Ἐνὼχ, καὶ Ἀβειδὰ, καὶ Ἐλδαγά· πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. |
668 | GEN 25:9 | Καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρων τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, |
669 | GEN 25:10 | τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ· ἐκεῖ ἔθαψαν Ἁβραὰμ, καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. |
674 | GEN 25:15 | καὶ Χοδδὰν, καὶ Θαιμὰν, καὶ Ἰετοὺρ, καὶ Ναφὲς, καὶ Κεδμά. |
727 | GEN 26:34 | Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε γυναῖκα Ἰουδὶθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἑλὼν Χετταίου. |
771 | GEN 27:43 | Νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν. |
774 | GEN 27:46 | Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; |
775 | GEN 28:1 | Προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ, εὐλόγησεν αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ, λέγων, οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων. |
780 | GEN 28:6 | Ἴδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ἀπέστειλεν εἰς τὴν Μεσοποταμίαν Συρίας, λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν, ἐν τῷ εὐλογεῖν αὐτόν· καὶ ἐνετείλατο αὐτῷ, λέγων, οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων. |
782 | GEN 28:8 | Ἰδὼν δὲ καὶ Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, |
784 | GEN 28:10 | Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν. |
800 | GEN 29:4 | Εἶπε δὲ αὐτοῖς Ἰακὼβ, ἀδελφοὶ, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαῤῥὰν ἐσμέν. |
892 | GEN 31:18 | Καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν. |
979 | GEN 33:18 | Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ, πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας· καὶ παρενέλαβε κατὰ πρόσωπον τῆς πόλεως. |
1011 | GEN 34:30 | Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευὶ, μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπʼ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. |
1018 | GEN 35:6 | Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζὰ ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, αὐτὸς, καὶ πᾶς ὁ λαὸς, ὃς ἦν μετʼ αὐτοῦ. |
1028 | GEN 35:16 | Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ· ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. |
1039 | GEN 35:27 | Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶ Χεβρὼν ἐν γῇ Χαναὰν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ. |
1043 | GEN 36:2 | Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδὰ, θυγατέρα Αἰλὼμ τοῦ Χετταίου· καὶ τὴν Ὀλιβεμὰ, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου. |
1046 | GEN 36:5 | Καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. |
1047 | GEN 36:6 | Ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο, καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν· καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. |
1061 | GEN 36:20 | Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χοῤῥαίου, τοῦ κατοικοῦντος τὴν γῆν· Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ, |
1062 | GEN 36:21 | καὶ Δησὼν, καὶ Ἀσὰρ, καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χοῤῥαίου, τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. |
1063 | GEN 36:22 | Ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χοῤῥὶ, καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν, Θαμνά. |
1067 | GEN 36:26 | Οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ, καὶ Ἀσβὰν, καὶ Ἰθρὰν, καὶ Χαῤῥάν. |
1070 | GEN 36:29 | Οὗτοι δὲ ἡγεμόνες Χοῤῥί· ἡγεμὼν Λωτὰν, ἡγεμὼν Σωβὰλ, ἡγεμὼν Σεβεγὼν, ἡγεμὼν Ἀνὰ, |
1071 | GEN 36:30 | ἡγεμὼν Δησὼν, ἡγεμὼν Ἀσὰρ, ἡγεμὼν Ῥισών· οὗτοι ἡγεμόνες Χοῤῥὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ. |
1085 | GEN 37:1 | Κατῴκει δὲ Ἰακὼβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ ἐν γῇ Χαναάν· αὗται δὲ αἱ γενέσεις Ἰακώβ. |
1098 | GEN 37:14 | Εἶπε δὲ αὐτῷ Ἰσραὴλ, πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου, καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι· καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών· καὶ ἦλθεν εἰς Συχέμ. |
1122 | GEN 38:2 | Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά· καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. |