81 | GEN 4:1 | Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. |
82 | GEN 4:2 | Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ· καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. |
83 | GEN 4:3 | Καὶ ἐγένετο μεθʼ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ· |
85 | GEN 4:5 | Ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε· καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ. |
86 | GEN 4:6 | Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν, ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; |
88 | GEN 4:8 | Καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν εἰς τὸ πεδίον· καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. |
89 | GEN 4:9 | Καὶ εἶπε Κύπιος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν, οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; |
93 | GEN 4:13 | Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεὸν, μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. |
95 | GEN 4:15 | Καὶ εἴπεν αὐτῷ Κύριος ὁ Θεὸς, οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. |
96 | GEN 4:16 | Ἐξῆλθεν δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ. |
97 | GEN 4:17 | Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν· καὶ ἐπῳνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ. |
98 | GEN 4:18 | Ἐγενήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. |
104 | GEN 4:24 | Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά. |
105 | GEN 4:25 | Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. |
115 | GEN 5:9 | Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννεήκοντα· καὶ ἐγέννησε τὸν Καϊνᾶν. |
116 | GEN 5:10 | Καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτκόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
118 | GEN 5:12 | Καὶ ἔζησεν Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Μαλελεήλ. |
119 | GEN 5:13 | Καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ, τεσσεράκοντα καὶ ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
120 | GEN 5:14 | Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια· καὶ ἀπέθανε. |
242 | GEN 10:7 | Υἱοὶ δὲ Χοὺς, Σαβὰ, καὶ Εὐϊλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σαβαθακά· υἱοὶ δὲ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν. |
257 | GEN 10:22 | Υἱοὶ Σὴμ, Ἐλὰμ, καὶ Ἀσσοὺρ, καὶ Ἀρφαξὰδ, καὶ Λοὺδ, καὶ Ἀρὰμ, καὶ Καϊνᾶν. |
259 | GEN 10:24 | Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά· Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ. |
264 | GEN 10:29 | καὶ Οὐφεὶρ, καὶ Εὑεϊλὰ, καὶ Ἰωβάβ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν. |
279 | GEN 11:12 | Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριακονταπέντε ἔτη, καὶ ἐγέννησε τὸν Καϊνᾶν. |
280 | GEN 11:13 | Καὶ ἔζησεν Ἀρφαξὰδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, ἔτη τετρακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησε τὸν Σαλά· καὶ ἔξησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ, ἔτη τριακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. |
672 | GEN 25:13 | Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ, κατʼ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ, καὶ Ναβαϊὼθ, καὶ Κηδὰρ, καὶ Ναβδεὴλ, καὶ Μασσὰμ, |
677 | GEN 25:18 | Κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σοὺρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε. |
880 | GEN 31:6 | Καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. |
1065 | GEN 36:24 | Καὶ οὗτοι υἱοὶ Σεβεγὼν, Ἀϊὲ, καὶ Ἀνά· οὗτός ἐστιν Ἀνὰ, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ· |
1501 | GEN 49:27 | Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν. |
1927 | EXO 15:6 | Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. |
1934 | EXO 15:13 | Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. |
2264 | EXO 26:28 | Καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διϊκνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος. |
2378 | EXO 29:41 | Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ· ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ, |
2450 | EXO 32:11 | καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ, καὶ εἶπεν, ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ; |
2971 | LEV 9:17 | Καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπʼ αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ. |
3449 | LEV 24:2 | ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, |
3618 | NUM 1:13 | Τῶν Ἀσὴρ, Φαγαϊὴλ, υἱὸς Ἐχράν. |
3889 | NUM 7:38 | Θυϊσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. |
3937 | NUM 7:86 | Θυΐσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυϊσκῶν, εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. |
4122 | NUM 14:13 | Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν. |
4465 | NUM 24:18 | Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. |
4602 | NUM 28:23 | Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. |
5043 | DEU 4:37 | Διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετʼ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου, |
5185 | DEU 9:26 | Καὶ ηὐξάμην πρὸς τὸν Θεὸν, καὶ εἶπα, Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. |
5188 | DEU 9:29 | Καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. |
5224 | DEU 11:14 | καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθʼ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου, |
5576 | DEU 26:8 | Καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασι μεγάλοις, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι. |
5700 | DEU 29:18 | Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ· καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. |
5953 | JOS 6:2 | Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἰδον ἐγὼ παραδίδωμι ὑποχείριόν σοι τὴν Ἱεριχὼ, καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύϊ. |
6007 | JOS 8:3 | Καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπέλεξε δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύϊ, καὶ ἀπέστειλεν αὐτοὺς νυκτός. |
6073 | JOS 10:7 | Καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ. |
6248 | JOS 15:44 | καὶ Κεϊλὰμ, καὶ Ἀκιεζὶ, καὶ Κεζὶβ, καὶ Βαθησὰρ, καὶ Αἰλώμ· πόλεις δέκα, καὶ αἱ κῶμαι αὐτῶν· |
6670 | JDG 6:14 | Καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε. |
6894 | JDG 13:8 | Καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον, καὶ εἶπεν, ἐν ἐμοὶ Κύριε ἀδωναϊὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὃν ἀπέστειλας· ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ. |
6979 | JDG 16:28 | Καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν, ἀδωναϊὲ Κύριε μνήσθητι δή μου, καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο Θεὲ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. |
6981 | JDG 16:30 | Καὶ εἶπε Σαμψὼν, ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ· καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. |
7152 | RUT 2:1 | Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς, ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ. |
7251 | 1SA 2:9 | διδοὺς εὐχὴν τῷ εὐχομένῳ· καὶ εὐλόγησεν ἔτη δικαίου, ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ. |
7814 | 1SA 23:1 | Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλὰ, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. |
7815 | 1SA 23:2 | Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ πορευθῶ, καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος, πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις, καὶ σώσεις τὴν Κεϊλά. |
7816 | 1SA 23:3 | Καὶ εἶπον οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτὸν, ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλὰ, εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; |
7817 | 1SA 23:4 | Καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλὰ, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. |
7818 | 1SA 23:5 | Καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ εἰς Κεϊλὰ, καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τοὺς κατοικοῦντας Κεϊλά. |
7819 | 1SA 23:6 | Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀχιμέλεχ πρὸς Δαυὶδ, καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. |
7820 | 1SA 23:7 | Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά· καὶ εἶπε Σαοὺλ, πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. |
7821 | 1SA 23:8 | Καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ, συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. |
7823 | 1SA 23:10 | Καὶ εἶπε Δαυίδ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου, ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν διʼ ἐμέ. |
7826 | 1SA 23:13 | Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὡς τετρακόσιοι, καὶ ἐξῆλθον ἐκ Κεϊλὰ, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη, ὅτι διασέσωσται Δαυὶδ ἐκ Κεϊλὰ, καὶ ἀνῆκε τοῦ ἐλθεῖν. |
7912 | 1SA 26:4 | Καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. |
8079 | 2SA 2:27 | Καὶ εἶπεν Ἰωὰβ, ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθε τοῦ ἀδελφοῦ αὐτοῦ. |
8165 | 2SA 6:5 | Καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν αὐλοῖς. |
8591 | 2SA 21:8 | Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαοὺλ, τὸν Ἐρμωνοῒ καὶ τὸν Μεμφιβοσθὲ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μωουλαθί· |
8593 | 2SA 21:10 | Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον, καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπʼ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ· καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπʼ αὐτοὺς ἡμέρας, καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. |
8594 | 2SA 21:11 | Καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων. |
8778 | 1KI 2:5 | Καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραὴλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ, καὶ τῷ Ἀμεσσαῒ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς, καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ, καὶ ἔδωκεν αἷμα ἀθῶον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ, καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ. |
9398 | 1KI 19:8 | Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς ρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ. |
9652 | 2KI 5:1 | Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ, καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν ὑτῶ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. |
9949 | 2KI 15:20 | Καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραὴλ ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. |
9982 | 2KI 16:15 | Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῶ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ. |
10011 | 2KI 17:24 | Καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθὰ, ἀπὸ Ἀϊὰ, καὶ ἀπὸ Αἱμὰθ, καὶ Σεπφαρουαῒν, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν, καὶ κατῴκίσθησαν ἐν ταῖς πόλεσιν αὐτῆς. |
10023 | 2KI 17:36 | Ὅτι ἀλλʼ ἢ τῷ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε, καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε. |
10054 | 2KI 18:26 | Καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ῥαψάκην, λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστὶ, ὅτι ἀκούομεν ἡμεῖς· καὶ οὐ λαλήσεις μεθʼ ἡμῶν Ἰουδαϊστὶ· καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; |
10056 | 2KI 18:28 | Καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ ἐλάλησε καὶ εἶπεν, ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων. |
10150 | 2KI 22:1 | Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία, θυλάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ. |
10194 | 2KI 23:25 | Ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ, καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ. |
10220 | 2KI 24:14 | Καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. |
10258 | 1CH 1:2 | καὶ Καϊνᾶν, Μαλελεὴλ, Ἰάρεδ, |
10408 | 1CH 4:19 | Καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουίας ἀδελφῆς Ναχαῒμ πατρὸς Κεϊλὰ, Γαρμὶ, καὶ Ἐσθαιμὼν Νωχαθί. |
10630 | 1CH 9:11 | καὶ Ἀζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ, υἱοῦ Σαδὼκ, υἱοῦ Μαραϊὼθ, υἱοῦ Ἀχιτὼβ ἡγουμένου οἴκου τοῦ Θεοῦ, |
10718 | 1CH 11:41 | Οὐρία ὁ Χεττὶ, Ζαβὲτ υἱὸς Ἀχαϊὰ, |
10721 | 1CH 11:44 | Ὀζία ὁ Ἀσταρωθὶ, Σαμαθὰ καὶ Ἰεϊὴλ υἱοὶ Χωθὰν τοῦ Ἀραρὶ, |
10754 | 1CH 12:30 | Καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο. |
10756 | 1CH 12:32 | Καὶ ἀπὸ υἱῶν Ἐφραὶμ, εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν. |
10814 | 1CH 15:18 | Καὶ μετʼ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας, καὶ Ὀζιὴλ, καὶ Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, καὶ Ἐλιωὴλ, καὶ Ἐλιὰβ, καὶ Βαναία, καὶ Μαασαΐα, καὶ Ματθαθία, καὶ Ἐλιφενὰ, καὶ Μακελλία, καὶ Ἀβδεδὸμ, καὶ Ἰεϊὴλ, καὶ Ὀζίας, οἱ πυλωροί.· |
10816 | 1CH 15:20 | Ζαχαρίας, καὶ Ὀζιὴλ, Σεμιραμὼθ, Ἰεϊὴλ, Ὠνι, Ἐλιὰβ, Μαασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ. |
10817 | 1CH 15:21 | Καὶ Ματταθίας, καὶ Ἐλιφαλοὺ, καὶ Μακενία, καὶ Ἀβδεδὸμ, καὶ Ἰεϊὴλ, καὶ Ὀζίας ἐν κινύραις ἁμασενὶθ τοῦ ἐνισχῦσαι. |
10830 | 1CH 16:5 | Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Ἰεϊὴλ, Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, Ματταθίας, Ἐλιὰβ, καὶ Βαναΐας, καὶ Ἀβδεδομ· καὶ Ἰεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν· |