Wildebeest analysis examples for:   grc-grcbrent   Ἁ    February 11, 2023 at 18:38    Script wb_pprint_html.py   by Ulf Hermjakob

403  GEN 17:5  Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου βραὰμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
407  GEN 17:9  Καὶ εἶπεν ὁ Θεὸς πρὸς βραὰμ, σὺ δὲ τὴν. διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
413  GEN 17:15  Καὶ εἶπεν ὁ Θεὸς τῷ βραὰμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
415  GEN 17:17  Καὶ ἔπεσεν βραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε· καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν τέξεται;
416  GEN 17:18  Εἶπε δὲ βραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
417  GEN 17:19  Εἶπε δὲ ὁ Θεὸς πρὸς βραὰμ, ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν, εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.
420  GEN 17:22  Συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν, καὶ ἀνέβη ὁ Θεὸς ἀπὸ βραάμ.
421  GEN 17:23  Καὶ ἔλαβεν βραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ, καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ, καὶ πάντας τοὺς ἀργυρωνήτους, καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ βραὰμ, καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν, ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
422  GEN 17:24  βραὰμ δὲ ἐννενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
424  GEN 17:26  Ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, περιετμήθη βραὰμ, καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ,
431  GEN 18:6  Καὶ ἔσπευσεν βραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ, σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας.
432  GEN 18:7  Καὶ εἰς τὰς βόας ἔδραμεν βραὰμ, καὶ ἔλαβεν παλὸν μοσχάριον καὶ καλὸν, καὶ ἔδωκε τῷ παιδὶ, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.
436  GEN 18:11  βραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλιπε δὲ τῇ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεια.
438  GEN 18:13  Καὶ εἶπε Κύριος πρὸς βραὰμ, τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα, ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.
441  GEN 18:16  Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. βραὰμ δὲ συνεπορεύετο μετʼ αὐτῶν, συμπροπέμπων αὐτούς.
442  GEN 18:17  Ὁ δὲ Κύριος εἶπε, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ βραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ.
443  GEN 18:18  βραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
444  GEN 18:19  Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ βραὰμ πάντα ὅσα ἐλάλησε πρὸς αὐτόν.
447  GEN 18:22  Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα· βραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.
448  GEN 18:23  Καὶ ἐγγίσας βραὰμ, εἶπε, μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής.
452  GEN 18:27  Καὶ ἀποκριθεὶς βραὰμ εἶπε, νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός.
458  GEN 18:33  Ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ βραάμ· καὶ βραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
485  GEN 19:27  Ὤρθρισε δὲ βραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου.
487  GEN 19:29  Καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι τὸν Θεὸν πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ βραάμ· καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
497  GEN 20:1  Καὶ ἐκίνησεν ἐκεῖθεν βραὰμ εἰς γῆν πρὸς Λίβα· καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σούρ· καὶ παρῴκησεν ἐν Γεράροις.
498  GEN 20:2  Εἶπε δὲ βραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως διʼ αὐτήν· ἀπέστειλε δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν.
505  GEN 20:9  Καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν βραὰμ καὶ εἶπεν αὐτῷ, τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σὲ, ὅτι ἐπήγαγες ἐπʼ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου μαρτίαν μεγάλην; ἔργον ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
506  GEN 20:10  Εἶπε δὲ Ἀβιμέλεχ τῷ βραὰμ, τί ἐνιδὼν ἐποίησας τοῦτο;
507  GEN 20:11  Εἶπε δὲ βραὰμ, εἶπα γὰρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
510  GEN 20:14  Ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραγμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας, καὶ παιδίσκας, καὶ ἔδωκε τῷ βραάμ· καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
511  GEN 20:15  Καὶ εἶπεν Ἀβιμέλεχ τῷ βραὰμ, ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἄν σοι ἀρέσκῃ, κατοίκει.
513  GEN 20:17  Προσηύξατο δὲ βραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ· καὶ ἔτεκον.
514  GEN 20:18  Ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάῤῥας τῆς γυναικὸς βραάμ.
516  GEN 21:2  Καὶ συλλαβοῦσα ἔτεκε τῷ βραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος.
517  GEN 21:3  Καὶ ἐκάλεσεν βραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ·
518  GEN 21:4  Περιέτεμε δὲ βραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.
519  GEN 21:5  Καὶ βραὰμ ἦν ἑκατὸν ἐτῶν, ηνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
521  GEN 21:7  Καὶ εἶπε τίς ἀναγγελεῖ τῷ βραὰμ ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
522  GEN 21:8  Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν βραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεκγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
523  GEN 21:9  Ἰδοῦσα δὲ Σάῥῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ βραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς,
524  GEN 21:10  καὶ εἶπε τῷ βραὰμ, ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
525  GEN 21:11  Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐνατίον βραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
526  GEN 21:12  Εἶπε δὲ ὁ Θεὸς τῷ βραὰμ, μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου, καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
528  GEN 21:14  Ἀνέστη δὲ βραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν τῇ Ἄγαρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον αὐτῆς τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν· Ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.
536  GEN 21:22  Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, πρὸς βραὰμ, λέγων, ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς.
538  GEN 21:24  Καὶ εἶπεν βραὰμ, ἐγὼ ὀμοῦμαι.
539  GEN 21:25  Καὶ ἤλεγξεν βραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.
541  GEN 21:27  Καὶ ἔλαβεν βραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην.
542  GEN 21:28  Καὶ ἔστησεν βραὰμ, ἑπτὰ ἀμνάδας προβάτων μόνας.
543  GEN 21:29  Καὶ εἶπεν Ἀβιμέλεχ τῷ βραὰμ, τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
544  GEN 21:30  Καὶ εἶπεν βραὰμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρʼ ἐμοῦ, ἵνα ὦσι μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τό φρέαρ τοῦτο.
547  GEN 21:33  Καὶ ἐφύτευσεν βραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου· καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.
548  GEN 21:34  Παρῴκησε δὲ βραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.
549  GEN 22:1  Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείρασε τὸν βραὰμ, καὶ εἶπεν αὐτῷ, βραὰμ, βραάμ· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
551  GEN 22:3  Ἀναστὰς δὲ βραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθʼ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
552  GEN 22:4  Καὶ ἀναβλέψας βραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
553  GEN 22:5  Καὶ εἶπεν βραὰμ τοῖς παισὶν αὐτοῦ, καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
554  GEN 22:6  Ἔλαβε δὲ βραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
555  GEN 22:7  Εἶπε δὲ Ἰσαὰκ πρὸς βραὰμ τὸν πατέρα αὐτοῦ, πάτερ· ὁ δὲ εἶπε, τί ἐστι, τέκνον; εἶπε, δὲ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστὶ τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
556  GEN 22:8  Εἶπε δὲ βραὰμ, ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
557  GEN 22:9  ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ βραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
558  GEN 22:10  Καὶ ἐξέτεινεν βραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.
559  GEN 22:11  Καὶ ἐκάλεσεν αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν, βραὰμ, βραάμ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ.
561  GEN 22:13  Καὶ ἀναβλέψας βραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων. Καὶ ἐπορεύθη βραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ νήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
562  GEN 22:14  Καὶ ἐκάλεσεν βραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
563  GEN 22:15  Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν βραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ,
567  GEN 22:19  Ἀπεστράφη δὲ βραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ· καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. Καὶ κατῴκησεν βραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
568  GEN 22:20  Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη τῷ βραὰμ, λέγοντες, ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
571  GEN 22:23  Βαθουὴλ δὲ ἐγέννησε τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοὶ, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ βραάμ.
574  GEN 23:2  Καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβὸκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη ἔστι Χεβρὼν ἐν τῇ γῇ Χαναάν ἦλθε δὲ βραὰμ κόψασθαι Σάῤῥαν, καὶ πενθῆσαι.
575  GEN 23:3  Καὶ ἀνέστη βραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν βραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ, λέγων,
577  GEN 23:5  Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς βραὰμ, λέγοντες, μὴ, κύριε.
579  GEN 23:7  Ἀναστὰς δὲ βραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ.
580  GEN 23:8  Καὶ ἐλάλησε πρὸς αὐτοὺς βραὰμ, λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου, καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ.
582  GEN 23:10  Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς βραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ, καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων,
584  GEN 23:12  Καὶ προσεκύνησεν βραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς.
586  GEN 23:14  Ἀπεκρίθη δὲ Ἐφρὼν τῷ βραὰμ, λέγων,
588  GEN 23:16  καὶ ἤκουσεν βραὰμ τοῦ Ἐφρών· καὶ ἀπεκατέστησεν βραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χὲτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
590  GEN 23:18  τῷ βραὰμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ, καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
591  GEN 23:19  Μετὰ ταῦτα ἔθαψεν βραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῇ γῇ Χαναάν.
592  GEN 23:20  Καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ βραὰμ εἰς κτῆσιν τάφου, παρὰ τῶν υἱῶν Χέτ.
593  GEN 24:1  Καὶ βραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν· καὶ Κύριος ηὐλόγησε τὸν βραὰμ κατὰ πάντα.
594  GEN 24:2  Καὶ εἶπεν βραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ, θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.
598  GEN 24:6  Εἶπε δὲ πρὸς αὐτὸν βραάμ, πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
601  GEN 24:9  Καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν βραὰμ τοῦ κυρίου αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.
604  GEN 24:12  Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου βραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου βραάμ.
606  GEN 24:14  Καὶ ἔσται ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου βραάμ.
607  GEN 24:15  Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ βραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
619  GEN 24:27  Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου βραάμ, ὃς οὐκ ἐγκατέλειπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν, ἀπὸ τοῦ κυρίου μου· ἐμὲ τʼ εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
626  GEN 24:34  Καὶ εἶπε, παῖς βραὰμ ἐγώ εἰμι.
634  GEN 24:42  Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου βραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
636  GEN 24:44  καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου βραάμ.
640  GEN 24:48  Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου βραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
644  GEN 24:52  Ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ βραὰμ τῶν ῥημάτων αὐτῶν, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ κυρίῳ.
651  GEN 24:59  Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ βραὰμ, καὶ τοὺς μετʼ αὐτοῦ.
660  GEN 25:1  Προσθέμενος δὲ βραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα.
664  GEN 25:5  Ἔδωκε δὲ βραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ.