34 | GEN 2:3 | Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. |
50 | GEN 2:19 | Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. |
53 | GEN 2:22 | Καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα· καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. |
64 | GEN 3:8 | Καὶ ἤκουσαν τὴς φωνὴς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· καὶ ἐκρύβησαν ὅ, τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. |
66 | GEN 3:10 | Καὶ εἶπεν αὐτῷ· τὴς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. |
73 | GEN 3:17 | Τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπʼ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. |
83 | GEN 4:3 | Καὶ ἐγένετο μεθʼ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ· |
84 | GEN 4:4 | Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν· καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. |
106 | GEN 4:26 | Καὶ τῷ Σὴθ ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἑνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. |
139 | GEN 6:1 | Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. |
226 | GEN 9:20 | Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα. |
243 | GEN 10:8 | Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. |
273 | GEN 11:6 | Καὶ εἶπε Κύριος, ἰδοὺ γένος ἓν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπʼ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν. |
310 | GEN 12:11 | Ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρα τῇ γυναικὶ, γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. |
316 | GEN 12:17 | Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ, περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ. |
435 | GEN 18:10 | Εἶπε δὲ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ. |
467 | GEN 19:9 | Εἶπαν δὲ αὐτῷ, ἀπόστα ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σε κακώσωμεν μᾶλλον ἢ ἐκείνους. Καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα, καὶ ἤγγισαν συντρίψαι τὴν θύραν. |
539 | GEN 21:25 | Καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ. |
540 | GEN 21:26 | Καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ, οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο· οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλʼ ἢ σήμερον. |
588 | GEN 23:16 | καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χὲτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. |
622 | GEN 24:30 | Καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια, καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ, καὶ ὅτε ἤκουσε τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ, λεγούσης, οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς. |
641 | GEN 24:49 | Εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ δὲ μὴ, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἤ ἀριστεράν. |
720 | GEN 26:27 | Καὶ εἶπεν αὐτοῖς Ἰσαὰκ, ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἐξαπεστείλατέ με ἀφʼ ὑμῶν. |
733 | GEN 27:5 | Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ. |
734 | GEN 27:6 | Ῥεβέκκα δὲ εἶπε πρὸς τὸν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω, ἴδε, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος, |
742 | GEN 27:14 | Πορευθεὶς δὲ ἔλαβε, καὶ ἤνεγκε τῇ μητρί· καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. |
762 | GEN 27:34 | Ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα· καὶ εἶπεν, εὐλόγησον δὴ κᾀμὲ, πάτερ. |
781 | GEN 28:7 | Καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ· καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας. |
802 | GEN 29:6 | Εἶπε δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει· καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. |
805 | GEN 29:9 | Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. |
809 | GEN 29:13 | Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους. |
816 | GEN 29:20 | Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη· καὶ ἤσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. |
827 | GEN 29:31 | Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. |
829 | GEN 29:33 | Καὶ συνέλαβε πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Συμεών. |
845 | GEN 30:14 | Ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ῥαχὴλ τῇ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. |
881 | GEN 31:7 | Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν· καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. |
887 | GEN 31:13 | Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. |
916 | GEN 31:42 | Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεός· καὶ ἤλεγξέ σε χθές. |
936 | GEN 32:8 | Καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαυ· καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μεθʼ αὐτοῦ. |
972 | GEN 33:11 | Λάβε τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα· καὶ ἐβιάσατο αὐτὸν, καὶ ἔλαβε. |
986 | GEN 34:5 | Ἰακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ· παρεσιώπησε δὲ Ἰακὼβ, ἕως τοῦ ἐλθεῖν αὐτούς. |
988 | GEN 34:7 | Οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύγησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα· ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ, κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ· καὶ οὐχ οὕτως ἔσται. |
999 | GEN 34:18 | Καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμὼρ, καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ Ἐμμώρ. |
1028 | GEN 35:16 | Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ· ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. |
1034 | GEN 35:22 | Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐκοιμήθη μετὰ Βαλλὰς, τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ, δώδεκα. |
1101 | GEN 37:17 | Εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος, ἀπῄρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων, πορευθῶμεν εἰς Δωθαείμ· καὶ ἐπορεύθη Ἰωσὴφ κατόπισθε τῶν ἀδελφῶν αὐτοῦ, καὶ εὗρεν αὐτοὺς ἐν Δωθαείμ. |
1109 | GEN 37:25 | Ἐκάθισαν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ· καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς. ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον. |
1119 | GEN 37:35 | Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν· καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων, ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. |
1156 | GEN 39:6 | Καὶ ἐπέτρεψε πάντα ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσήφ· καὶ οὐκ ᾔδει τῶν καθʼ αὑτὸν οὐδὲν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. |
1158 | GEN 39:8 | Ὁ δὲ οὐκ ἤθελεν· εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ, εἰ ὁ κύριός μου οὐ γινώσκει διʼ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου, |
1168 | GEN 39:18 | Ὡς δὲ ἤκοῦσεν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. |
1169 | GEN 39:19 | Ἐγένετο δὲ, ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτὸν, λέγουσα, οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ. |
1210 | GEN 41:14 | Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν Ἰωσήφ· καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος, καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ· καὶ ἦλθε πρὸς Φαραώ. |
1250 | GEN 41:54 | Καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ἰωσήφ· καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ· ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. |
1263 | GEN 42:10 | Οἱ δὲ εἶπαν, οὐχὶ, κύριε· οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. |
1265 | GEN 42:12 | Εἶπε δὲ αὐτοῖς, οὐχί· ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. |
1293 | GEN 43:2 | Ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν, πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. |
1301 | GEN 43:10 | Εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. |
1312 | GEN 43:21 | Ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι, καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν. |
1315 | GEN 43:24 | Καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν· καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν. |
1316 | GEN 43:25 | Ἡτοίμασαν δὲ τὰ δῶρα, ἕως τοῦ ἐλθεῖν τὸν Ἰωσὴφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾷν. |
1336 | GEN 44:11 | Καὶ ἔσπευσαν, καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ. |
1361 | GEN 45:2 | Καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. |
1363 | GEN 45:4 | Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐγγίσατε πρὸς μέ· καὶ ἤγγισαν· καὶ εἶπεν, ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. |
1394 | GEN 46:7 | Υἱοὶ, καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· θυγατέρες, καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον· |
1425 | GEN 47:4 | Εἶπαν δὲ τῷ Φαραῷ, παροικεῖν ἐν τῇ γῇ ἥκαμεν, οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παιδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χανάαν· νῦν οὖν κατοικήσομεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, Κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου. |
1443 | GEN 47:22 | χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ· ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραὼ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. |
1462 | GEN 48:10 | Οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτὸν, καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτους. |
1465 | GEN 48:13 | Λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραὴλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραὴλ, ἤγγισεν αὐτοὺς αὐτῷ. |
1571 | EXO 2:16 | Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενάς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. |
1572 | EXO 2:17 | Παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐῤῥύσατο αὐτὰς, καὶ ἤντλησεν αὐταῖς, καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. |
1574 | EXO 2:19 | Αἱ δὲ εἶπαν, ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. |
1581 | EXO 3:1 | Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ. |
1612 | EXO 4:10 | Εἶπε δὲ Μωυσῆς πρὸς Κύριον, δέομαι, Κύριε· οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφʼ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. |
1657 | EXO 6:1 | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραῷ· ἐν γὰρ χειρὶ κραταίᾳ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. |
1915 | EXO 14:25 | καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας· καὶ εἶπαν οἱ Αἰγύπτιοι, φυγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους. |
1943 | EXO 15:22 | Ἐξῆρε δὲ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ, ὥστε πιεῖν. |
1948 | EXO 15:27 | Καὶ ἤλθοσαν εἰς Αἰλείμ· καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. |
1949 | EXO 16:1 | Ἀπῄραν δὲ ἐξ Αἰλεὶμ, καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σὶν, ὅ ἐστιν ἀνὰ μέσον Αἰλεὶμ, καὶ ἀνὰ μέσον Σινά. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, |
2003 | EXO 18:3 | καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσάμ, λέγων, πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ· |
2028 | EXO 19:1 | Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ, ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινά. |
2029 | EXO 19:2 | Καὶ ἀπῆραν ἐκ Ῥαφιδεὶν, καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινὰ, καὶ παρενέβαλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους. |
2043 | EXO 19:16 | Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπʼ ὄρους Σινά· φωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. |
2442 | EXO 32:3 | Καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών. |
2458 | EXO 32:19 | καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς· καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος· |
2553 | EXO 35:21 | Καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· καὶ ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. |
2554 | EXO 35:22 | Καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγίδας, καὶ ἐνώτια, καὶ δακτυλίους, καὶ ἐμπλόκια, καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν. |
2555 | EXO 35:23 | Καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ, καὶ παρʼ ᾧ εὑρέθη βύσσος· καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν. |
2556 | EXO 35:24 | Καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκὸν, τὰ ἀφαιρέματα Κυρίῳ· καὶ παρʼ οἷς εὑρέθη ξύλα ἄσηπτα· καὶ εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν. |
2557 | EXO 35:25 | Καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν, ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον. |
2559 | EXO 35:27 | Καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου, καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον, |
2561 | EXO 35:29 | Καὶ πᾶς ἀνὴρ καὶ γυνὴ, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ. |
2570 | EXO 36:3 | Καὶ ἔλαβον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα, ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωΐ. |
2679 | EXO 39:14 | Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν, καὶ τὴν σκηνὴν, καὶ τὰ σκεύη αὐτῆς, τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους· |
2723 | EXO 40:15 | Καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται, ὥστε εἶναι αὐτοῖς χρίσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. |
2998 | LEV 10:20 | Καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ. |
3458 | LEV 24:11 | Καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλίτιδος τὸ ὄνομα κατηράσατο· καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν. |
3538 | LEV 26:13 | Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας. |
3854 | NUM 7:3 | Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας· ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου· καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. |