1149 | GEN 38:29 | Ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπε, τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. |
1168 | GEN 39:18 | Ὡς δὲ ἤκοῦσεν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. |
1584 | EXO 3:4 | Ὡς δὲ εἶδεν Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου, λέγων, Μωυσῆ, Μωυσῆ· ὁ δὲ εἶπε, τί ἐστιν; |
1885 | EXO 13:17 | Ὡς δὲ ἐξαπέστειλε Φαραὼ τὸν λαὸν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ Θεὸς ὁδὸν γῆς· Φυλιστιεὶμ, ὅτι ἐγγὺς ἦν· εἶπε γὰρ ὁ Θεὸς, μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. |
1934 | EXO 15:13 | Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. |
2483 | EXO 33:9 | Ὡς δʼ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωσῇ· |
2526 | EXO 34:29 | Ὡς δὲ κατέβαινε Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. |
3316 | LEV 19:34 | Ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
3510 | LEV 25:40 | Ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι· ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί, |
4226 | NUM 16:31 | Ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐῤῥάγη ἡ γῆ ὑποκάτω αὐτῶν. |
4452 | NUM 24:5 | Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ· |
4453 | NUM 24:6 | Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ, σκηναὶ, ἃς ἔπηξε Κύριος, καί ὡσεὶ κέδροι παρʼ ὕδατα. |
5264 | DEU 12:22 | Ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτω φαγῃ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται. |
5771 | DEU 32:11 | Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. |
5910 | JOS 3:15 | Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· |
6040 | JOS 9:1 | Ὡς δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ, καὶ οἱ ἐν τῇ πεδινῇ, καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης, καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι, καὶ οἱ Χαναναῖοι, καὶ οἱ Φερεζαῖοι, καὶ οἱ Εὐαῖοι, καὶ οἱ Ἀμοῤῥαῖοι, καὶ οἱ Γεργεσαῖοι, καὶ οἱ Ἰεβουσαῖοι, |
6067 | JOS 10:1 | Ὡς δὲ ἤκουσεν Ἀδωνιβεζέκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ, καὶ ἐξωλόθρευσεν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραὴλ, |
6077 | JOS 10:11 | Ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τὴς καταβάσεως Ὡρωνεὶν, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ. |
6110 | JOS 11:1 | Ὡς δὲ ἤκουσεν Ἰαβὶς βασιλεὺς Ἀσὼρ, ἀπέστειλε πρὸς Ἰωβὰβ βασιλέα Μαρῶν, καὶ πρὸς βασιλέα Συμοὼν, καὶ πρὸς βασιλέα Ἀζὶφ, |
7214 | RUT 4:22 | Καὶ Ὡβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυίδ. |
7406 | 1SA 9:13 | Ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει, πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν. |
7422 | 1SA 10:2 | Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; |
7470 | 1SA 12:8 | Ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ʼΑαρών, καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. |
8551 | 2SA 19:38 | Ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; |
10298 | 1CH 1:42 | Καὶ υἱοὶ Ὡσὰρ, Βαλαὰμ, καὶ Ζουκὰμ, καὶ Ἀκάν· υἱοὶ Δισὰν, Ὢς καὶ Ἀράν. |
10383 | 1CH 3:18 | Μελχειρὰμ, καὶ Φαδαΐας, καὶ Σανεσὰρ, καὶ Ἰεκιμία, καὶ Ὡσαμὰθ, καὶ Ναβαδίας. |
11496 | 2CH 15:1 | Καὶ Ἀζαρίας υἱὸς Ὡδὴδ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου. |
13539 | JOB 29:3 | Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· |
13913 | JOB 41:13 | Ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. |
14422 | PSA 34:15 | Ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην. |
14438 | PSA 35:8 | Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. |
14601 | PSA 44:4 | Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. |
14679 | PSA 48:15 | Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσι· διάψαλμα. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωῒ, καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν. |
14819 | PSA 57:10 | Ὡσεὶ κηρὸς ὁ τακεῖς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. |
14881 | PSA 62:7 | Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου. |
14948 | PSA 67:4 | Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. |
15056 | PSA 72:1 | Ψαλμὸς τῷ Ἀσάφ. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ. |
15075 | PSA 72:20 | Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. |
15253 | PSA 79:10 | Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. |
15304 | PSA 83:3 | Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. |
15354 | PSA 86:7 | Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. |
15466 | PSA 91:6 | Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. |
15508 | PSA 94:11 | Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. |
15586 | PSA 101:7 | Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. |
16187 | PSA 126:4 | Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. |
16218 | PSA 131:2 | Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· |
16221 | PSA 132:2 | Ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. |
16222 | PSA 132:3 | Ὡς δρόσος Ἀερμῶν ὁ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος. |
16339 | PSA 140:8 | Ὡσεὶ πάχος γῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. |
17505 | ECC 7:6 | Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. |
17546 | ECC 9:1 | Ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν. |
17626 | SNG 2:2 | Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων. |
17627 | SNG 2:3 | Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. |
17645 | SNG 3:4 | Ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με. |
17655 | SNG 4:3 | Ὡς σπάρτίον τὸ κόκκικον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα, ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. |
17656 | SNG 4:4 | Ὡς πύργος Δαυὶδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπʼ αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. |
17691 | SNG 6:7 | Ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. |
17699 | SNG 7:3 | Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου. |
18066 | ISA 17:13 | Ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα, |
18106 | ISA 21:1 | Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν |
18193 | ISA 25:5 | Ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. |
18325 | ISA 31:5 | Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος σαβαὼθ, ὑπὲρ Ἱερουσαλὴμ ὑπερασπιεῖ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. |
18474 | ISA 38:14 | Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερὰ, οὕτω μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με, |
18501 | ISA 40:11 | Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. |
18751 | ISA 51:8 | Ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. |
18820 | ISA 55:10 | Ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· |
18881 | ISA 59:11 | Ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφʼ ἡμῶν. |
19004 | ISA 66:13 | Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. |
19060 | JER 2:26 | Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. |
19113 | JER 4:17 | Ὡς φυλάσσοντες ἀγρὸν, ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. |
19154 | JER 5:27 | Ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διατοῦτο ἐμεγαλύνθησαν, καὶ ἐπλούτησαν, |
19165 | JER 6:7 | Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. |
19470 | JER 18:17 | Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν. |
19792 | JER 31:32 | Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι ἄμπελος Ἀσερημὰ, κλήματά σου διῆλθε θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο, ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε. |
20781 | EZK 13:4 | Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ· |
22208 | HOS 4:6 | Ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κᾀγὼ ἀπώσομαί σε, τοῦμὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κᾀγὼ ἐπιλήσομαι τέκνων σου. |
22287 | HOS 9:10 | Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον πατέρας αὐτῶν εἶδον· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι. |
22384 | JOL 2:4 | Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται. |
22385 | JOL 2:5 | Ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. |
22387 | JOL 2:7 | Ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσι τὰς τρίβους αὐτῶν, |
31230 | TOB 4:7 | Ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ. Ὡς σοὶ ὑπάρχοι κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην. Θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης. Διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐᾴ εἰσελθεῖν εἰς τὸ σκότος. Δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου. Πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατέρος σου, διότι υἱοὶ προφητῶν ἐσμέν, Νῶε, Ἁβραάμ, Ἰσαάκ, Ἰακώβ. Οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν. Καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου, καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα· διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶ τοῦ λιμοῦ. Μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλʼ ἀπόδος αὐτῷ παρʼ αὐτίκα· ἐὰν δουλεύσῃς τῷ Θεῷ, ἀποδοθήσεταί σοι· πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου. Καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς· οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου. Ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην. Εκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς. Συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης. |
31263 | TOB 5:19 | Ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. |
31276 | TOB 6:9 | Ὡς δὲ προσήγγισαν τῇ Ῥάγῃ, |
31307 | TOB 8:4 | Ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης, καὶ εἶπεν, ἀνάστηθι ἀδελφὴ, καὶ προσευξώμεθα ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος. |
31356 | TOB 11:12 | Ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, |
31621 | JDT 10:7 | Ὡς δὲ εἶδον αὐτὴν, καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς, καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα, καὶ εἶπαν αὐτῇ, |
31628 | JDT 10:14 | Ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς, καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς, καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα, καὶ εἶπαν πρὸς αὐτὴν, |
31637 | JDT 10:23 | Ὡς δὲ ἦλθε κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ, καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ. |
31681 | JDT 13:1 | Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. |
31707 | JDT 14:7 | Ὡς δὲ ἀνέλαβον αὐτὸν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ, καὶ προσεκύνησε τῷ προσώτῳ αὐτῆς, καὶ εἶπεν, εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα, καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται. |
31709 | JDT 14:9 | Ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ, καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν. |
31715 | JDT 14:15 | Ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα, καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐῤῥιμεμένον νεκρὸν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπʼ αὐτοῦ. |
31719 | JDT 14:19 | Ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσοὺρ, τοὺς χιτῶνας αὐτῶν διέῤῥηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς. |
31724 | JDT 15:5 | Ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς, καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς· ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν, καὶ τὰ ὅρια αὐτῆς. |
31728 | JDT 15:9 | Ὡς δὲ εἰσῆλθον πρὸς αὐτὴν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν, καὶ εἶπαν πρὸς αὐτὴν, σὺ ὕψωμα Ἰσραὴλ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραὴλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν. |
31751 | JDT 16:18 | Ὡς δὲ ἤλθοσαν εἰς Ἱερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ· καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαὸς, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰ ἑκουσία αὐτῶν, καὶ τὰ δόματα. |
31856 | ESG 4:15 | Ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς εἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; |
31953 | ESG 8:13 | ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς, ὅς ἐστιν Ἀδάρ. Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα· “Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. Πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. Πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένεν τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. Σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀναξίᾳ δυναστευόντων λοιμότητι· καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως. “Ὡς γὰρ Ἀμὰν Ἀμαδαθοῦ Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν, ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατερα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. Οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν. Διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. Ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει. “Καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδαθοῦ ἀποσταλεῖσι γράμμασι, διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ· Ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην. “Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτήρια ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. Πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται.” Τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους. Οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις. Ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεγ ἐστολισμένος τὴν βασιλικὴν στολὴν, καὶ στέφανον ἔχων χρυσοῦν, καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. Τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα· οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη· καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο, καὶ Ἰουδάϊζον διὰ τὸν φόβον τῶν Ἰουδαίων. |
32071 | WIS 3:6 | Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. |
32447 | WIS 19:9 | Ὡς γὰρ ἵπποι ἐνεμήθησαν, καὶ ὡς ἀμνοὶ διεσκίρτησαν, αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς. |