4 | GEN 1:4 | Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. |
6 | GEN 1:6 | Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. |
7 | GEN 1:7 | Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. |
9 | GEN 1:9 | Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. |
10 | GEN 1:10 | Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν· καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. |
11 | GEN 1:11 | Καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως. |
12 | GEN 1:12 | Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. |
14 | GEN 1:14 | Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. |
16 | GEN 1:16 | Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. |
18 | GEN 1:18 | καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. |
20 | GEN 1:20 | Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· καὶ ἐγένετο οὕτως. |
21 | GEN 1:21 | Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. |
22 | GEN 1:22 | Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. |
24 | GEN 1:24 | Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος· καὶ ἐγένετο οὕτως. |
25 | GEN 1:25 | Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. |
31 | GEN 1:31 | Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. |
33 | GEN 2:2 | Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. |
36 | GEN 2:5 | καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν. |
39 | GEN 2:8 | Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. |
47 | GEN 2:16 | Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. |
50 | GEN 2:19 | Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. |
51 | GEN 2:20 | Καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. |
52 | GEN 2:21 | Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντʼ αὐτῆς. |
53 | GEN 2:22 | Καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα· καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. |
54 | GEN 2:23 | Καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. |
56 | GEN 2:25 | Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ, τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. |
61 | GEN 3:5 | Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. |
64 | GEN 3:8 | Καὶ ἤκουσαν τὴς φωνὴς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· καὶ ἐκρύβησαν ὅ, τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. |
65 | GEN 3:9 | Καὶ ἐκάλεσεν Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ· Ἀδὰμ ποῦ εἶ; |
70 | GEN 3:14 | Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. |
71 | GEN 3:15 | Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σοῦ τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. |
72 | GEN 3:16 | Καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει. |
73 | GEN 3:17 | Τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπʼ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. |
76 | GEN 3:20 | Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι μήτηρ πάντων τῶν ζώντων. |
77 | GEN 3:21 | Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. |
78 | GEN 3:22 | Καὶ εἶπεν ὁ Θεός, ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. |
80 | GEN 3:24 | Καὶ ἐξέβαλεν τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς· καὶ ἔταξε τὰ χερουβὶμ· καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. |
81 | GEN 4:1 | Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. |
87 | GEN 4:7 | Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσυχασον· πρός σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. |
95 | GEN 4:15 | Καὶ εἴπεν αὐτῷ Κύριος ὁ Θεὸς, οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. |
98 | GEN 4:18 | Ἐγενήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ· καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ· καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα· καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. |
100 | GEN 4:20 | Καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. |
102 | GEN 4:22 | Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ, Νοεμά. |
103 | GEN 4:23 | Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλὰ, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. |
105 | GEN 4:25 | Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. |
107 | GEN 5:1 | Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· |
108 | GEN 5:2 | Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. |
109 | GEN 5:3 | Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ. |
110 | GEN 5:4 | Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ, ἔτη ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
111 | GEN 5:5 | Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη· καὶ ἀπέθανεν. |
113 | GEN 5:7 | Καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
116 | GEN 5:10 | Καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτκόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
119 | GEN 5:13 | Καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ, τεσσεράκοντα καὶ ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
122 | GEN 5:16 | Καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη τριάκοντα καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
125 | GEN 5:19 | Καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ, ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
128 | GEN 5:22 | Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
131 | GEN 5:25 | Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατόν· καὶ ἐγέννησε τὸν Λάμεχ. |
132 | GEN 5:26 | Καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ, δύο καὶ ὀκτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
136 | GEN 5:30 | Καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
138 | GEN 5:32 | Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων· καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
140 | GEN 6:2 | Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. |
141 | GEN 6:3 | Καὶ εἶπε Κύριος ὁ Θεὸς, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν, ἑκατὸν εἴκοσιν ἔτη. |
142 | GEN 6:4 | Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετʼ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν αὐτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπʼ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. |
143 | GEN 6:5 | Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας· |
148 | GEN 6:10 | Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. |
150 | GEN 6:12 | Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. |
152 | GEN 6:14 | Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτόν· καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. |
157 | GEN 6:19 | Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. |
158 | GEN 6:20 | Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετά σου, ἄρσεν καὶ θῆλυ. |
162 | GEN 7:2 | Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ. |
163 | GEN 7:3 | Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. |
164 | GEN 7:4 | Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα ἀπὸ προσώπου πάσης τῆς γῆς. |
167 | GEN 7:7 | Εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. |