Wildebeest analysis examples for:   grc-grcbrent   Word.”    February 11, 2023 at 18:38    Script wb_pprint_html.py   by Ulf Hermjakob

31759  ESG 1:1  “ἜΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισὰν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμὶν, ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως. Ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἦς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ, μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας. “Καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμὺς, τάραχος ἐπὶ τῆς γῆς. Καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι, ἕτομοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη, καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος. Καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλιψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς. Καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι, καὶ ἐβόησαν πρὸς τὸν Θεόν· ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ. Καὶ φῶς και ὁ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν, καὶ κατέφαγον τοὺς ἐνδόξους. “Καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. Καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ. μετὰ Γαβαθὰ καὶ Θάῤῥα τῶν δύο εὐνούχων τοῦ βασιλέως, τῶν φυλασσόντων τὴν αὐλήν. Ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς, καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν· καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ· καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶ. Καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες σαντες ἀπήχθησαν. Καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψε περὶ τῶν λόγων τούτων. Καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεων αὐτῷ δόματα περὶ τούτων. Καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησε κακποιῆσαι τὸν Μαρδοχαῖον καὶ τον λαὸν αὐτοῦ, ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.” Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου· οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν· Ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει, ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι, καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις, καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν. Καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ, καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα. Ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ, ἐν αὐλῇ οἴκου τοῦ βασιλέως κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις Παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου, καὶ πιννίνου, καὶ Παρίνου λίθου· καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα· Ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδὺς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν. Ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς, καὶ ἐπέταξε τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ τῶν ἀνθρώπων. Καὶ Ἀστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης. Ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς, εἶπε τῷ Ἀμὰν, καὶ Βαζὰν, καὶ Θάῤῥα, καὶ Βωραζὶ, καὶ Ζαθολθὰ, καὶ Ἀβαταζὰ, καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου, εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν, βασιλεύειν αὐτὴν, καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα, καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσι, καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν. Καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων· καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη, Καὶ εἶπε τοῖς φίλοις αὐτοῦ, κατὰ ταῦτα ἐλάλησεν Ἀστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν. Καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος, καὶ Σαρσαθαῖος, καὶ Μαλισεὰρ, οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ, καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι Ἀστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων. καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας, οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως· Καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ· ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ Ἀρταξέρξῃ, οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
31833  ESG 3:13  Καὶ ἀπεστάλη διὰ βιβλιοφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδὰρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. “Τῆς δὲ ἐπιστολῆς ἐστι τὸ ἀντίγραφον τόδε. Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει. Πολλῶν ἐπάρξας ἐθνῶν, καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος, ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. Πυθομένου δέ μου τῶν συμβούλων, πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, ὁ σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας, καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος, καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἀμὰν, ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. Διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διαπαντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασι τὰ χείριστα συντελοῦν κακὰ, καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἀμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων, καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλοριζὶ, ταῖς τῶν ἐχθρῶν μαχαίραις, ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἄδαρ, τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα.” Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν· καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην. Ἐσπεύδετο δὲ τὸ πρᾶγμα, καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ Ἀμὰν ἐκωθωνίζοντο· ἐταράσσετο δὲ ἡ πόλις.
31890  ESG 5:2  “Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας, καὶ περιεβάλλετο τὴν δόξαν αὐτῆς. Καὶ γενηθεῖσα ἐπιφανὴς, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην Θεὸν καὶ σωτῆρα, παρέλαβε τὰς δύο ἅβρας, καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς. Καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς· καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν, ὡς προσφιλές· ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. Καὶ εἰσελθοῦσα πάσας τὰς θύρας, κατέστη ἐνώπιον τοῦ βασιλέως· καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. Καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ, ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν· καὶ ἔπεσεν ἡ βασίλισσα, καὶ μετέβαλε τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει· καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. Καὶ μετέβαλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη· καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς, καὶ εἶπεν αὐτῇ, τί ἐστιν, Ἐσθήρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, οὐ μὴ ἀποθάνῃς· ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστίν, πρόσελθε. “Καὶ ἄρας τὴν χρυσῆν ῥάβδον, ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν, καὶ εἶπε, λάλησόν μοι. Καὶ εἶπεν αὐτῷ, εἶδόν σε κύριε ὡς ἄγγελον Θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου, ὅτι θαυμαστὸς εἶ κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. Ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν, ἔπεσεν ἀπὸ ἐκλύσεως. Καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.” Καὶ εἶπεν ὁ βασιλεύς, τί θέλεις, Ἐσθήρ; καὶ τί σου ἐστὶ τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι. Εἶπε δὲ Ἐσθὴρ, ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχὴν, ἣν ποιήσω σήμερον. Καὶ εἶπεν ὁ βασιλεύς, κατασπεύσατε Ἀμὰν, ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθήρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχὴν, ἣν εἶπεν Ἐσθήρ. Ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ, τί ἐστι βασίλισσα Ἐσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς. Καὶ εἶπε, τὸ αἴτημά μου, καὶ τὸ ἀξίωμα· Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά. Καὶ ἐξῆλθεν ὁ Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ, ἐθυμώθη σφόδρα. Καὶ εἰσελθὼν εἰς τὰ ἴδια, ἐκάλεσε τοὺς φίλους, καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ,
31953  ESG 8:13  ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς, ὅς ἐστιν Ἀδάρ. Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα· “Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. Πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. Πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένεν τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. Σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀναξίᾳ δυναστευόντων λοιμότητι· καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως. “Ὡς γὰρ Ἀμὰν Ἀμαδαθοῦ Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν, ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατερα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. Οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν. Διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. Ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει. “Καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδαθοῦ ἀποσταλεῖσι γράμμασι, διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ· Ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην. “Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτήρια ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. Πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται.” Τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους. Οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις. Ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεγ ἐστολισμένος τὴν βασιλικὴν στολὴν, καὶ στέφανον ἔχων χρυσοῦν, καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. Τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα· οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη· καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο, καὶ Ἰουδάϊζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.
32015  ESG 10:4  Ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην, καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ, καὶ δεδοξασμένος ὑπὸ τῶν Ἰουδαίων· καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ. “Καὶ εἶπε Μαρδοχαῖος, παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα. Ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπʼ αὐτῶν λόγος· Ἡ μικρὰ πηγὴ ἣ ἐγένετο ποταμός, καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ. Ἐσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς, καὶ ἐποίησε βασίλισσαν. Οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Ἀμάν. Τὰ δὲ ἔθνη, τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ἰουδαίων. Τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ἰσραὴλ, οἱ βοήσαντες πρὸς τὸν Θεὸν, καὶ σωθέντες· καὶ ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐῤῥύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων· καὶ ἐποίησεν ὁ Θεὸς τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι. Διὰ τοῦτο ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ Θεοῦ, καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι. Καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν, καὶ εἰς ἡμέραν κρίσεως, ἐνώπιον τοῦ Θεοῦ καὶ πᾶσι τοῖς ἔθνεσι. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὑτοῦ. Καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται, ἐν μηνὶ Ἀδὰρ, τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ Θεοῦ, κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ἰσραήλ. “Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας, εἰσήνεγκε Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ, τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι, καὶ ἡρμηνευκέναι Λυσίμαχον Πτολεμαίου, τὸν ἐν Ἱερουσαλήμ.” Τέλος τῆς Ἐσθήρ.