Wildebeest analysis examples for:   grc-grcf35   ›    February 11, 2023 at 18:39    Script wb_pprint_html.py   by Ulf Hermjakob

23236  MAT 1:23  «Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» ὅ ἐστιν μεθερμηνευόμενον, ‹μεθ᾿ ἡμῶν ὁ Θεός.
23244  MAT 2:6  ‹Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.»
23264  MAT 3:3  Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· «Φωνὴ βοῶντος, ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.»
23270  MAT 3:9  καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ.
23282  MAT 4:4  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Γέγραπται· ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.»
23284  MAT 4:6  καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.»
23285  MAT 4:7  Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Πάλιν γέγραπται· ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.»
23288  MAT 4:10  Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· ‹Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»
23324  MAT 5:21  »Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
23325  MAT 5:22  Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ, ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός.
23330  MAT 5:27  »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Οὐ μοιχεύσεις.
23334  MAT 5:31  Ἐρρέθη ὅτι ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
23336  MAT 5:33  »Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
23340  MAT 5:37  Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί, ‹οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
23341  MAT 5:38  »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.
23346  MAT 5:43  »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
23364  MAT 6:13  Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
23382  MAT 6:31  Μὴ οὖν μεριμνήσητε λέγοντες, ‹Τί φάγωμεν; ἢ ‹Τί πίωμεν; ἢ ‹Τί περιβαλώμεθα;
23389  MAT 7:4  Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‹Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
23406  MAT 7:21  »Οὐ πᾶς ὁ λέγων μοι, ‹Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
23407  MAT 7:22  Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ‹Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
23408  MAT 7:23  Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι ‹Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
23423  MAT 8:9  Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο, καὶ ποιεῖ.»
23453  MAT 9:5  Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ‹Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ‹Ἔγειραι καὶ περιπάτει;
23461  MAT 9:13  Πορευθέντες δὲ μάθετε τί ἐστιν, ‹Ἔλεον θέλω καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»
23493  MAT 10:7  Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ‹Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
23538  MAT 11:10  Οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
23545  MAT 11:17  καὶ λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.
23546  MAT 11:18  Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‹Δαιμόνιον ἔχει·
23547  MAT 11:19  ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καί, ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.»
23551  MAT 11:23  Καὶ σύ, Καπερναούμ, ἣ ‹ἕως τοῦ οὐρανοῦ ὑψωθῇς, ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον.
23565  MAT 12:7  Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ‹Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
23602  MAT 12:44  Τότε λέγει, ‹Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον, καὶ κεκοσμημένον.
23623  MAT 13:15  Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν· καὶ ἰάσωμαι αὐτούς.
23635  MAT 13:27  Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, ‹Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει ζιζάνια;
23636  MAT 13:28  Ὁ δὲ ἔφη αὐτοῖς, ‹Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, ‹Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά;
23638  MAT 13:30  Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, «Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.»»
23706  MAT 15:4  Ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων, ‹Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.
23708  MAT 15:6  καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα. Καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
23711  MAT 15:9  Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.»
23743  MAT 16:2  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ὀψίας γενομένης λέγετε, ‹Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·
23744  MAT 16:3  καὶ πρωΐ, ‹Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. Ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.
23781  MAT 17:12  Λέγω δὲ ὑμῖν ὅτι ‹Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτως καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.»
23789  MAT 17:20  Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ‹Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
23822  MAT 18:26  Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, ‹Κύριε, μακροθύμησον ἐπ᾿ ἐμοί, καὶ πάντα σοι ἀποδώσω.
23824  MAT 18:28  »Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια. Καὶ κρατήσας αὐτὸν ἔπνιγεν, λέγων, ‹Ἀπόδος μοι εἴ τι ὀφείλεις.
23825  MAT 18:29  Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτόν, λέγων, ‹Μακροθύμησον ἐπ᾿ ἐμοί, καὶ ἀποδώσω σοι.
23829  MAT 18:33  Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
23836  MAT 19:5  Καὶ εἶπεν, ‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
23850  MAT 19:19  Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.»
23865  MAT 20:4  Καὶ ἐκείνοις εἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον.
23867  MAT 20:6  Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
23868  MAT 20:7  Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
23869  MAT 20:8  Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
23873  MAT 20:12  λέγοντες ὅτι ‹Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
23876  MAT 20:15  Ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
23898  MAT 21:3  Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ‹Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς.»
23900  MAT 21:5  «Εἴπατε τῇ θυγατρὶ Σιών, ‹Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ πῶλον, υἱὸν ὑποζυγίου.»
23908  MAT 21:13  Καὶ λέγει αὐτοῖς, «Γέγραπται, ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε ‹σπήλαιον λῃστῶν.»
23911  MAT 21:16  καὶ εἶπον αὐτῷ, «Ἀκούεις τί οὗτοι λέγουσιν;» Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· «Ναί. Οὐδέποτε ἀνέγνωτε ὅτι ‹Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
23916  MAT 21:21  Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
23920  MAT 21:25  Τὸ βάπτισμα Ἰωάννου—πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
23921  MAT 21:26  Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.»
23923  MAT 21:28  »Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχεν τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, ‹Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
23924  MAT 21:29  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Οὐ θέλω (ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν).
23925  MAT 21:30  Καὶ προσελθὼν τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
23932  MAT 21:37  Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, ‹Ἐντραπήσονται τὸν υἱόν μου.
23933  MAT 21:38  Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
23937  MAT 21:42  Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
23945  MAT 22:4  Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.»
23950  MAT 22:9  Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
23953  MAT 22:12  Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη.
23954  MAT 22:13  Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
23973  MAT 22:32  ‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν ἀλλὰ ζώντων.»
23978  MAT 22:37  Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
23980  MAT 22:39  Δευτέρα δὲ ὁμοία αὕτη, ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
23985  MAT 22:44  ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»;
23986  MAT 22:45  Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;»
23994  MAT 23:7  καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ‹Ῥαββί, Ῥαββί.
23995  MAT 23:8  »Ὑμεῖς δὲ μὴ κληθῆτε ‹Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ Χριστός, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
23996  MAT 23:9  Καὶ ‹πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
24003  MAT 23:16  »Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, ‹Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
24005  MAT 23:18  Καί, ‹Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
24017  MAT 23:30  καὶ λέγετε, ‹Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
24026  MAT 23:39  Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.»
24031  MAT 24:5  Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ‹Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν.
24049  MAT 24:23  Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός, ‹Ὧδε, μὴ πιστεύσητε.
24052  MAT 24:26  Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‹Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ‹Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.
24074  MAT 24:48  Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου ἐλθεῖν,
24083  MAT 25:6  μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ‹Ἰδού, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
24085  MAT 25:8  Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, ‹Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
24086  MAT 25:9  Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, ‹Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
24088  MAT 25:11  Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, ‹Κύριε, κύριε, ἄνοιξον ἡμῖν.
24089  MAT 25:12  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
24097  MAT 25:20  Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, ‹Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.
24098  MAT 25:21  Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24099  MAT 25:22  Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπεν, ‹Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.
24100  MAT 25:23  Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24102  MAT 25:25  Καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.
24107  MAT 25:30  Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.