23240 | MAT 2:2 | λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» |
23281 | MAT 4:3 | Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» |
23284 | MAT 4:6 | καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› » |
23316 | MAT 5:13 | Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. |
23332 | MAT 5:29 | Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. |
23352 | MAT 6:1 | »Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς. Εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. |
23374 | MAT 6:23 | Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον. |
23381 | MAT 6:30 | Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; |
23396 | MAT 7:11 | Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; |
23398 | MAT 7:13 | »Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. |
23419 | MAT 8:5 | Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων, |
23445 | MAT 8:31 | Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.» |
23491 | MAT 10:5 | Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. |
23497 | MAT 10:11 | »Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. |
23498 | MAT 10:12 | Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· |
23511 | MAT 10:25 | Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; |
23565 | MAT 12:7 | Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ‹Ἔλεον θέλω καὶ οὐ θυσίαν,› οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. |
23568 | MAT 12:10 | Καὶ ἰδού, ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, «Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν;»—ἵνα κατηγορήσωσιν αὐτοῦ. |
23583 | MAT 12:25 | Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτῆς οὐ σταθήσεται. |
23586 | MAT 12:28 | Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. |
23605 | MAT 12:47 | Εἶπεν δέ τις αὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.», |
23693 | MAT 14:27 | Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» |
23743 | MAT 16:2 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ὀψίας γενομένης λέγετε, ‹Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός›· |
23765 | MAT 16:24 | Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. |
23804 | MAT 18:8 | »Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. |
23834 | MAT 19:3 | Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ, «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» |
23841 | MAT 19:10 | Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» |
23843 | MAT 19:12 | Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.» |
23848 | MAT 19:17 | Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.» |
23852 | MAT 19:21 | Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.» |
23876 | MAT 20:15 | Ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;› |
23882 | MAT 20:21 | Ὁ δὲ εἶπεν αὐτῇ, «Τί θέλεις;» Λέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» |
23900 | MAT 21:5 | «Εἴπατε τῇ θυγατρὶ Σιών, ‹Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ πῶλον, υἱὸν ὑποζυγίου.› » |
23904 | MAT 21:9 | Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» |
23945 | MAT 22:4 | Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» › |
23952 | MAT 22:11 | Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου. |
23958 | MAT 22:17 | Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» |
23985 | MAT 22:44 | ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου» ›; |
23986 | MAT 22:45 | Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν;» |
24017 | MAT 23:30 | καὶ λέγετε, ‹Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.› |
24026 | MAT 23:39 | Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› » |
24029 | MAT 24:3 | Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν, λέγοντες, «Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος.» |
24055 | MAT 24:29 | »Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. |
24098 | MAT 25:21 | Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› |
24100 | MAT 25:23 | Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› |
24131 | MAT 26:8 | Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη; |
24156 | MAT 26:33 | Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.» |
24214 | MAT 27:16 | Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. |
24235 | MAT 27:37 | Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ. |
24240 | MAT 27:42 | «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ. |
24277 | MAT 28:13 | «Εἴπατε ὅτι ‹Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.› |
24415 | MRK 4:23 | Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» |
24548 | MRK 7:16 | Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» |
24594 | MRK 8:25 | Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι· καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν τηλαυγῶς ἅπαντας. |
24642 | MRK 9:35 | Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, «Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.» |
24659 | MRK 10:2 | Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, «Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;» πειράζοντες αὐτόν. |
24682 | MRK 10:25 | Εὐκοπώτερόν γὰρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» |
24718 | MRK 11:9 | Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» |
24719 | MRK 11:10 | «Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαυίδ.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» |
24735 | MRK 11:26 | Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.» |
24790 | MRK 13:4 | «Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;» |
24827 | MRK 14:4 | Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; |
24843 | MRK 14:20 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. |
24870 | MRK 14:47 | Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. |
24884 | MRK 14:61 | Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;» |
24921 | MRK 15:26 | Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ |
24975 | LUK 1:13 | Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. |
24996 | LUK 1:34 | Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» |
25000 | LUK 1:38 | Εἶπεν δὲ Μαριάμ· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος. |
25004 | LUK 1:42 | Καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν· «Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ Καρπὸς τῆς κοιλίας σου. |
25030 | LUK 1:68 | «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, |
25135 | LUK 4:3 | Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.» |
25141 | LUK 4:9 | Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· |
25144 | LUK 4:12 | Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Εἴρηται, ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› » |
25156 | LUK 4:24 | Εἶπεν δέ· «Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. |
25202 | LUK 5:26 | Καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν· καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι «Εἴδομεν παράδοξα σήμερον.» |
25224 | LUK 6:9 | Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω ὑμᾶς τι· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;», |
25254 | LUK 6:39 | Εἶπεν δὲ παραβολὴν αὐτοῖς· «Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; |
25308 | LUK 7:44 | Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν. |
25312 | LUK 7:48 | Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.» |
25314 | LUK 7:50 | Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, «Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.» |
25339 | LUK 8:25 | Εἶπεν δὲ αὐτοῖς, «Ποῦ ἐστιν ἡ πίστις ὑμῶν;» Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· «Τίς ἄρα οὗτός ἐστιν; ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ.» |
25383 | LUK 9:13 | Εἶπεν δὲ πρὸς αὐτούς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Οἱ δὲ εἶπον, «Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο—εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα» |
25384 | LUK 9:14 | (ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι). Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, «Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.» |
25390 | LUK 9:20 | Εἶπεν δὲ αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν, «Τὸν Χριστὸν τοῦ Θεοῦ.» |
25393 | LUK 9:23 | Ἔλεγεν δὲ πρὸς πάντας· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. |
25416 | LUK 9:46 | Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. |
25429 | LUK 9:59 | Εἶπεν δὲ πρὸς ἕτερον, «Ἀκολούθει μοι.» Ὁ δὲ εἶπεν, «Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.» |
25430 | LUK 9:60 | Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.» |
25431 | LUK 9:61 | Εἶπεν δὲ καὶ ἕτερος, «Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.» |
25432 | LUK 9:62 | Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν, «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» |
25437 | LUK 10:5 | Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, ‹Εἰρήνη τῷ οἴκῳ τούτῳ.› |
25442 | LUK 10:10 | Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· |
25450 | LUK 10:18 | Εἶπεν δὲ αὐτοῖς· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. |
25460 | LUK 10:28 | Εἶπεν δὲ αὐτῷ, «Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.» |
25469 | LUK 10:37 | Ὁ δὲ εἶπεν, «Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.» Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς, «Πορεύου καὶ σὺ ποίει ὁμοίως.» |