24011 | MAT 23:24 | Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες. |
24611 | MRK 9:4 | Καὶ ὤφθη αὐτοῖς Ἠλίας, σὺν Μωϋσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. |
24768 | MRK 12:26 | Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; |
25885 | LUK 20:37 | Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.› |
26016 | LUK 23:12 | (Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.) |
27087 | ACT 3:22 | »Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε, κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. |
27205 | ACT 7:20 | Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. |
27207 | ACT 7:22 | Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις. |
27217 | ACT 7:32 | ‹Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου—ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.› Ἔντρομος δὲ γενόμενος Μωϋσῆς, οὐκ ἐτόλμα κατανοῆσαι. |
27220 | ACT 7:35 | »Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες, ‹Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;›—τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. |
27222 | ACT 7:37 | »Οὗτός ἐστιν Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.› |
27225 | ACT 7:40 | εἰπόντες τῷ Ἀαρών, ‹Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου—οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.› |
27229 | ACT 7:44 | »Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· |
27254 | ACT 8:9 | Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, |
27470 | ACT 13:39 | καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέος δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. |
27512 | ACT 15:1 | Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέος, οὐ δύνασθε σωθῆναι.» |
27753 | ACT 21:21 | κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέος τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. |
27913 | ACT 26:22 | Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς |
27990 | ACT 28:23 | Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ Νόμου Μωϋσέος καὶ τῶν Προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. |
28129 | ROM 5:14 | Ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέος, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ (ὅς ἐστιν τύπος τοῦ μέλλοντος). |
28238 | ROM 9:15 | Τῷ γὰρ Μωϋσῇ, λέγει· «Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» |
28637 | 1CO 10:2 | —καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ— |
28916 | 2CO 3:7 | Εἰ δὲ ἡ διακονία τοῦ θανάτου, ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ—ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέος διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ (τὴν καταργουμένην)— |
28922 | 2CO 3:13 | καὶ οὐ καθάπερ Μωϋσῆς, ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. |
29928 | 2TI 3:8 | Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ—ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν— |
30064 | HEB 3:2 | πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. |
30065 | HEB 3:3 | Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν |
30067 | HEB 3:5 | καί, Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, |
30078 | HEB 3:16 | Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέος; |
30145 | HEB 7:14 | Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς, ἐλάλησεν. |
30164 | HEB 8:5 | οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων (καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· «Ὅρα γάρ,» φησιν, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει»)— |
30191 | HEB 9:19 | λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέος παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, |
30228 | HEB 10:28 | Ἀθετήσας τις νόμον Μωϋσέος χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει. |
30262 | HEB 11:23 | Πίστει Μωϋσῆς, γεννηθείς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. |
30263 | HEB 11:24 | Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, |
30300 | HEB 12:21 | καὶ οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, «Ἔκφοβός εἰμι καὶ ἔντρομος») |
31018 | REV 15:3 | Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέος, τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες· «Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν ἐθνῶν. |