23251 | MAT 2:13 | Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι, μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό.» |
23321 | MAT 5:18 | Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. |
23322 | MAT 5:19 | Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. |
23324 | MAT 5:21 | »Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.› |
23325 | MAT 5:22 | Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός. |
23329 | MAT 5:26 | Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην. |
23334 | MAT 5:31 | Ἐρρέθη ὅτι ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› |
23335 | MAT 5:32 | Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. |
23356 | MAT 6:5 | Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσιν τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. |
23397 | MAT 7:12 | Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ Νόμος καὶ οἱ Προφῆται. |
23497 | MAT 10:11 | »Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. |
23509 | MAT 10:23 | Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. |
23519 | MAT 10:33 | Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. |
23549 | MAT 11:21 | «Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. |
23551 | MAT 11:23 | Καὶ σύ, Καπερναούμ, ἣ ‹ἕως τοῦ οὐρανοῦ ὑψωθῇς,› ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. |
23565 | MAT 12:7 | Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ‹Ἔλεον θέλω καὶ οὐ θυσίαν,› οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. |
23578 | MAT 12:20 | Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. |
23590 | MAT 12:32 | Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. |
23608 | MAT 12:50 | Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.» |
23702 | MAT 14:36 | καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν. |
23707 | MAT 15:5 | Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»— |
23766 | MAT 16:25 | Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. |
23769 | MAT 16:28 | Ἀμὴν λέγω ὑμῖν, εἰσίν τινες ὧδε ἑστῶτες οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.» |
23802 | MAT 18:6 | Ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. |
23840 | MAT 19:9 | Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.» |
23916 | MAT 21:21 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› γενήσεται. |
23939 | MAT 21:44 | Καί, ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.» |
23950 | MAT 22:9 | Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους.› |
23985 | MAT 22:44 | ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου» ›; |
24003 | MAT 23:16 | »Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, ‹Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.› |
24005 | MAT 23:18 | Καί, ‹Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.› |
24017 | MAT 23:30 | καὶ λέγετε, ‹Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.› |
24026 | MAT 23:39 | Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› » |
24048 | MAT 24:22 | Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. |
24060 | MAT 24:34 | Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. |
24069 | MAT 24:43 | Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. |
24104 | MAT 25:27 | Ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. |
24158 | MAT 26:35 | Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.» Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. |
24385 | MRK 3:28 | »Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· |
24386 | MRK 3:29 | ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως» |
24392 | MRK 3:35 | Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν.» |
24417 | MRK 4:25 | Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.» |
24461 | MRK 5:28 | (Ἔλεγεν γὰρ ὅτι «Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.») |
24486 | MRK 6:10 | Καὶ ἔλεγεν αὐτοῖς· «Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. |
24532 | MRK 6:56 | Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσῴζοντο. |
24604 | MRK 8:35 | Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. |
24608 | MRK 9:1 | Καὶ ἔλεγεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.» |
24625 | MRK 9:18 | Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται. Καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.» |
24648 | MRK 9:41 | Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. |
24732 | MRK 11:23 | Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. |
24733 | MRK 11:24 | Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. |
24778 | MRK 12:36 | Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· ‹Λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › |
24806 | MRK 13:20 | Καὶ εἰ μὴ Κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. |
24867 | MRK 14:44 | Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.» |
24960 | MRK 16:18 | ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν.» |
25024 | LUK 1:62 | Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. |
25077 | LUK 2:35 | (καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία), ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» |
25226 | LUK 6:11 | Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. |
25303 | LUK 7:39 | Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ—ὅτι ἁμαρτωλός ἐστιν.» |
25394 | LUK 9:24 | Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. |
25396 | LUK 9:26 | Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. |
25397 | LUK 9:27 | Λέγω δὲ ὑμῖν ἀληθῶς· εἰσίν τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ.» |
25416 | LUK 9:46 | Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. |
25427 | LUK 9:57 | Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, «Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Κύριε.» |
25437 | LUK 10:5 | Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, ‹Εἰρήνη τῷ οἴκῳ τούτῳ.› |
25440 | LUK 10:8 | »Καὶ εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. |
25442 | LUK 10:10 | Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· |
25445 | LUK 10:13 | »Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. |
25467 | LUK 10:35 | Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια, ἔδωκεν τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, ‹Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.› |
25536 | LUK 12:8 | »Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. |
25567 | LUK 12:39 | Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ. |
25596 | LUK 13:9 | κἂν μὲν ποιήσῃ καρπόν—εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.› » |
25612 | LUK 13:25 | Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‹Κύριε, Κύριε, ἄνοιξον ἡμῖν›· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‹Οὐκ οἶδα ὑμᾶς· πόθεν ἐστέ;› |
25622 | LUK 13:35 | Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξει ὅτε εἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› » |
25726 | LUK 17:6 | Εἶπεν δὲ ὁ Κύριος· «Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ‹Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ,› καὶ ὑπήκουσεν ἂν ὑμῖν. |
25823 | LUK 19:23 | Καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;› |
25866 | LUK 20:18 | Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ—λικμήσει αὐτόν.» |
25891 | LUK 20:43 | ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.› |
25927 | LUK 21:32 | Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. |
25980 | LUK 22:47 | Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδοὺ ὄχλος· καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν (τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν»). |
26146 | JHN 1:33 | Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.› |
26169 | JHN 2:5 | Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, «Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.» |
26235 | JHN 4:10 | Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‹Δός μοι πιεῖν,› σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.» |
26239 | JHN 4:14 | ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» |
26298 | JHN 5:19 | Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. |
26325 | JHN 5:46 | Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. |
26464 | JHN 8:14 | Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. |
26492 | JHN 8:42 | Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλεν. |
26550 | JHN 9:41 | Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι ‹Βλέπομεν,› ἡ οὖν ἁμαρτία ὑμῶν μένει. |
26588 | JHN 10:38 | Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ.» |
26613 | JHN 11:21 | Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. |
26614 | JHN 11:22 | Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.» |
26617 | JHN 11:25 | Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· |
26624 | JHN 11:32 | Ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας, λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μου ὁ ἀδελφός.» |
26723 | JHN 13:24 | Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. |
26739 | JHN 14:2 | Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν (εἰ δὲ μή, εἶπον ἂν ὑμῖν). Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. |
26750 | JHN 14:13 | Καί, ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. |
26765 | JHN 14:28 | »Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‹Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.› Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, ‹Πορεύομαι πρὸς τὸν Πατέρα,› ὅτι ὁ Πατήρ μου μείζων μού ἐστιν. |
26784 | JHN 15:16 | Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώῃ ὑμῖν. |