23214 | MAT 1:1 | Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυίδ, υἱοῦ Ἁβραάμ· |
23215 | MAT 1:2 | Ἁβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· |
23230 | MAT 1:17 | Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἁβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. |
23231 | MAT 1:18 | Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. |
23233 | MAT 1:20 | Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· «Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. |
23270 | MAT 3:9 | καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ,› λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. |
23272 | MAT 3:11 | »Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ· |
23425 | MAT 8:11 | Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· |
23590 | MAT 12:32 | Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. |
23973 | MAT 22:32 | ‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν ἀλλὰ ζώντων.» |
24283 | MAT 28:19 | Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος· |
24292 | MRK 1:8 | Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.» |
24768 | MRK 12:26 | Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; |
24778 | MRK 12:36 | Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· ‹Λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › |
24977 | LUK 1:15 | ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου· καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. |
25003 | LUK 1:41 | Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ. |
25017 | LUK 1:55 | καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.» |
25029 | LUK 1:67 | Καὶ Ζαχαρίας, ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσεν λέγων· |
25035 | LUK 1:73 | ὅρκον ὃν ὤμοσεν πρὸς Ἁβραὰμ τὸν πατέρα ἡμῶν· |
25068 | LUK 2:26 | (Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.) |
25102 | LUK 3:8 | Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ›· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. |
25110 | LUK 3:16 | ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασιν λέγων· «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· |
25128 | LUK 3:34 | τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἁβραάμ, τοῦ Θάρρα, τοῦ Ναχώρ, |
25133 | LUK 4:1 | Ἰησοῦς δέ, πλήρης Πνεύματος Ἁγίου, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον, |
25603 | LUK 13:16 | Ταύτην δέ, θυγατέρα Ἁβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;» |
25615 | LUK 13:28 | »Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. |
25711 | LUK 16:22 | Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἁβραάμ. »Ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. |
25712 | LUK 16:23 | Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἁβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. |
25713 | LUK 16:24 | Καὶ αὐτὸς φωνήσας εἶπεν, ‹Πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.› |
25714 | LUK 16:25 | Εἶπεν δὲ Ἁβραάμ· ‹Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. |
25718 | LUK 16:29 | Λέγει αὐτῷ Ἁβραάμ, ‹Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.› |
25719 | LUK 16:30 | Ὁ δὲ εἶπεν, ‹Οὐχί, πάτερ Ἁβραάμ—ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.› |
25809 | LUK 19:9 | Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν· |
25885 | LUK 20:37 | Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.› |
25988 | LUK 22:55 | Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. |
26146 | JHN 1:33 | Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.› |
26483 | JHN 8:33 | Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· «Σπέρμα Ἁβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις ὅτι ‹Ἐλεύθεροι γενήσεσθε›;» |
26487 | JHN 8:37 | Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. |
26489 | JHN 8:39 | Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε· |
26490 | JHN 8:40 | νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ. Τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν. |
26502 | JHN 8:52 | Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἁβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‹Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.› |
26503 | JHN 8:53 | Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον. Τίνα σεαυτὸν σὺ ποιεῖς;» |
26506 | JHN 8:56 | Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καί, εἶδεν καὶ ἐχάρη.» |
26507 | JHN 8:57 | Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;» |
26508 | JHN 8:58 | Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι.» |
26845 | JHN 17:17 | Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. |
26994 | ACT 1:2 | ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη· |
26997 | ACT 1:5 | ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.» |
27000 | ACT 1:8 | Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες—ἔν τε Ἱερουσαλήμ, καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.» |
27022 | ACT 2:4 | Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. |
27051 | ACT 2:33 | Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεεν τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. |
27056 | ACT 2:38 | Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς· «Μετανοήσατε καὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. |
27078 | ACT 3:13 | Ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε· καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. |
27090 | ACT 3:25 | Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἁβραάμ, ‹Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.› |
27099 | ACT 4:8 | Τότε Πέτρος, πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ· |
27122 | ACT 4:31 | Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας. |
27173 | ACT 6:3 | Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. |
27175 | ACT 6:5 | Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα, |
27187 | ACT 7:2 | Ὁ δὲ ἔφη· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἁβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, |
27201 | ACT 7:16 | καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃ ὠνήσατο Ἁβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. |
27202 | ACT 7:17 | »Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἁβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, |
27217 | ACT 7:32 | ‹Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου—ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.› Ἔντρομος δὲ γενόμενος Μωϋσῆς, οὐκ ἐτόλμα κατανοῆσαι. |
27236 | ACT 7:51 | »Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. |
27240 | ACT 7:55 | Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, |
27302 | ACT 9:17 | Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπεν, «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέν με, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.» |
27316 | ACT 9:31 | Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχον εἰρήνην οἰκοδομούμεναι· καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο. |
27366 | ACT 10:38 | Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ |
27373 | ACT 10:45 | Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· |
27392 | ACT 11:16 | Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν ὅτι ‹Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.› |
27400 | ACT 11:24 | (ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως). Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. |
27435 | ACT 13:4 | Οὗτοι μέν, ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον. |
27440 | ACT 13:9 | Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας εἰς αὐτὸν |
27457 | ACT 13:26 | »Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἁβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν· ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. |
27483 | ACT 13:52 | Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου. |
27539 | ACT 15:28 | Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων· |
27558 | ACT 16:6 | Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, |
28000 | ROM 1:2 | ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς Ἁγίαις· |
28091 | ROM 4:1 | Τί οὖν ἐροῦμεν Ἁβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι, κατὰ σάρκα; |
28092 | ROM 4:2 | Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα—ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν. |
28093 | ROM 4:3 | Τί γὰρ ἡ Γραφὴ λέγει; «Ἐπίστευσεν δὲ Ἁβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» |
28099 | ROM 4:9 | Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἁβραὰμ ἡ πίστις εἰς δικαιοσύνην, |
28102 | ROM 4:12 | καὶ πατέρα περιτομῆς—τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ. |
28103 | ROM 4:13 | Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἁβραάμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. |
28106 | ROM 4:16 | Διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι—οὐ τῷ ἐκ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἁβραάμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν· |
28120 | ROM 5:5 | ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. |
28150 | ROM 6:14 | Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν. |
28151 | ROM 6:15 | Τί οὖν; Ἁμαρτήσομεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλ᾿ ὑπὸ χάριν; Μὴ γένοιτο. |
28224 | ROM 9:1 | Ἀλήθειαν λέγω ἐν Χριστῷ—οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ— |
28230 | ROM 9:7 | οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾿, «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» |
28278 | ROM 11:1 | Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν. |
28365 | ROM 14:17 | οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ. |
28384 | ROM 15:13 | Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου. |
28387 | ROM 15:16 | εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. |
28475 | 1CO 2:13 | ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος Ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. |
28554 | 1CO 6:19 | Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; |
28705 | 1CO 12:3 | Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ. |
28972 | 2CO 6:6 | ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, |
29079 | 2CO 11:22 | Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἁβραάμ εἰσιν; Κἀγώ. |
29175 | GAL 3:6 | καθὼς Ἁβραὰμ ‹ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.› |