23443 | MAT 8:29 | Καὶ ἰδού, ἔκραξαν λέγοντες· «Τί ἡμῖν καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» |
23444 | MAT 8:30 | Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. |
23521 | MAT 10:35 | Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· |
23546 | MAT 11:18 | Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‹Δαιμόνιον ἔχει›· |
23807 | MAT 18:11 | Ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. |
23927 | MAT 21:32 | Ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. |
23966 | MAT 22:25 | Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. |
24253 | MAT 27:55 | Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· |
24259 | MAT 27:61 | Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου. |
24267 | MAT 28:3 | Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. |
24290 | MRK 1:6 | Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. |
24308 | MRK 1:24 | λέγων· «Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ—ὁ Ἅγιος τοῦ Θεοῦ.» |
24335 | MRK 2:6 | Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· |
24444 | MRK 5:11 | Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. |
24558 | MRK 7:26 | Ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συρα-Φοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. |
24578 | MRK 8:9 | Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. |
24689 | MRK 10:32 | Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς· καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, |
24824 | MRK 14:1 | Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. |
24827 | MRK 14:4 | Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; |
24902 | MRK 15:7 | Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. |
24920 | MRK 15:25 | Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν. |
24935 | MRK 15:40 | Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη— |
24968 | LUK 1:6 | Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. |
25106 | LUK 3:12 | Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ καὶ εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, τί ποιήσομεν;» |
25166 | LUK 4:34 | λέγων· «Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.» |
25346 | LUK 8:32 | Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς. |
25597 | LUK 13:10 | Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. |
25658 | LUK 15:1 | Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. |
25682 | LUK 15:25 | »Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν· |
25932 | LUK 21:37 | Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. |
25940 | LUK 22:7 | Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. |
26042 | LUK 23:38 | Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ, γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ |
26048 | LUK 23:44 | Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. |
26070 | LUK 24:10 | Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. |
26122 | JHN 1:9 | Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. |
26152 | JHN 1:39 | Λέγει αὐτοῖς, «Ἔρχεσθε καὶ ἴδετε.» Ἦλθον καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην—ὥρα ἦν ὡς δεκάτη. |
26153 | JHN 1:40 | Ἦν Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. |
26157 | JHN 1:44 | (Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.) |
26170 | JHN 2:6 | (Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.) |
26190 | JHN 3:1 | Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. |
26212 | JHN 3:23 | Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· |
26231 | JHN 4:6 | Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. |
26271 | JHN 4:46 | Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. |
26284 | JHN 5:5 | Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. |
26289 | JHN 5:10 | Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· «Σάββατόν ἐστιν· οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον.» |
26330 | JHN 6:4 | (Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.) |
26336 | JHN 6:10 | Εἶπεν δὲ ὁ Ἰησοῦς, «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.» Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. |
26399 | JHN 7:2 | Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. |
26442 | JHN 7:45 | Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, «Διὰ τί οὐκ ἠγάγετε αὐτόν;» |
26509 | JHN 8:59 | Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως. |
26523 | JHN 9:14 | (Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.) |
26593 | JHN 11:1 | Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. |
26594 | JHN 11:2 | (Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.) |
26610 | JHN 11:18 | (Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· |
26630 | JHN 11:38 | Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ. |
26633 | JHN 11:41 | Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. |
26647 | JHN 11:55 | Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. |
26669 | JHN 12:20 | Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. |
26677 | JHN 12:28 | ‹Πάτερ, δόξασόν σου τὸ ὄνομα.› » Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» |
26722 | JHN 13:23 | Ἦν δὲ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς. |
26729 | JHN 13:30 | Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν. Ἦν δὲ νύξ. |
26864 | JHN 18:10 | Σίμων οὖν Πέτρος, ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. (Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.) |
26868 | JHN 18:14 | (Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.) |
26872 | JHN 18:18 | Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. Ἦν δὲ μετ᾿ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος. |
26879 | JHN 18:25 | Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, «Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;» Ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν, «Οὐκ εἰμί.» |
26894 | JHN 18:40 | Ἐκραύγασαν οὖν πάντες, λέγοντες, «Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.» Ἦν δὲ ὁ Βαραββᾶς λῃστής. |
26913 | JHN 19:19 | Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον· ΙΗΣΟΥΣ Ὁ ΝΑΖΩΡΑΙΟΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ |
26917 | JHN 19:23 | Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου. |
26926 | JHN 19:32 | Ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ. |
26932 | JHN 19:38 | Μετὰ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας (ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων), ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ. |
26933 | JHN 19:39 | Ἦλθεν δὲ καὶ Νικόδημος (ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον), φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡς λίτρας ἑκατόν. |
26935 | JHN 19:41 | Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. |
26938 | JHN 20:2 | Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, «Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.» |
26969 | JHN 21:2 | Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς (ὁ λεγόμενος Δίδυμος), καὶ Ναθαναήλ (ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας), καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. |
27023 | ACT 2:5 | Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. |
27060 | ACT 2:42 | Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. |
27196 | ACT 7:11 | Ἦλθεν δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. |
27295 | ACT 9:10 | Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, «Ἀνανία.» Ὁ δὲ εἶπεν, «Ἰδοὺ ἐγώ, Κύριε.» |
27388 | ACT 11:12 | Εἶπεν δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. |
27396 | ACT 11:20 | Ἦσαν δέ τινες ἐξ αὐτῶν, ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. |
27426 | ACT 12:20 | Ἦν δὲ ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. |
27432 | ACT 13:1 | Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι· ὅ τε Βαρνάβας καὶ Συμεὼν (ὁ καλούμενος Νίγερ) καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε (Ἡρῴδου τοῦ τετράρχου σύντροφος) καὶ Σαῦλος. |
27564 | ACT 16:12 | ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις, κολωνεία. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. |
27661 | ACT 19:7 | Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. |
27668 | ACT 19:14 | Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. |
27702 | ACT 20:8 | Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. |
27761 | ACT 21:29 | (Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.) |
27815 | ACT 23:13 | Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες· |
27960 | ACT 27:37 | (Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, διακόσιαι ἑβδομήκοντα ἕξ.) |
29993 | TIT 3:3 | Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. |
30125 | HEB 6:14 | λέγων, «Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε.» |
30491 | 1PE 2:25 | Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾿ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ἡμῶν. |