Wildebeest analysis examples for:   grc-grcf35   «Word,    February 11, 2023 at 18:39    Script wb_pprint_html.py   by Ulf Hermjakob

23233  MAT 1:20  Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· «Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου.
23236  MAT 1:23  «Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» ὅ ἐστιν μεθερμηνευόμενον, ‹μεθ᾿ ἡμῶν ὁ Θεός.›
23263  MAT 3:2  καὶ λέγων, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.»
23295  MAT 4:17  Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.»
23416  MAT 8:2  Καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»
23417  MAT 8:3  Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων, «Θέλω, καθαρίσθητι.» Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
23420  MAT 8:6  «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.»
23422  MAT 8:8  Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
23427  MAT 8:13  Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, «Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι.» Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
23433  MAT 8:19  Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, «Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.»
23435  MAT 8:21  Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.»
23439  MAT 8:25  Καὶ προσελθόντες οἱ μαθηταὶ ἤγειραν αὐτὸν λέγοντες, «Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.»
23450  MAT 9:2  Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, «Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.»
23454  MAT 9:6  Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—τότε λέγει τῷ παραλυτικῷ, «Ἐγερθείς, ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»
23470  MAT 9:22  Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, «Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε.» Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23472  MAT 9:24  «Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.» Καὶ κατεγέλων αὐτοῦ.
23476  MAT 9:28  Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί· καὶ λέγει αὐτοῖς, «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.»
23560  MAT 12:2  Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ, «Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.»
23576  MAT 12:18  «Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
23596  MAT 12:38  Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.»
23605  MAT 12:47  Εἶπεν δέ τις αὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.»,
23607  MAT 12:49  Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· «Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
23611  MAT 13:3  Καὶ ἐλάλησεν αὐτοῖς ἐν παραβολαῖς πολλὰ λέγων· «Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
23659  MAT 13:51  Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Συνήκατε ταῦτα πάντα;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.»
23693  MAT 14:27  Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»
23694  MAT 14:28  Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν, «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.»
23696  MAT 14:30  Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.»
23697  MAT 14:31  Καὶ εὐθέως ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;»
23707  MAT 15:5  Ὑμεῖς δὲ λέγετε· ‹Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, «Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς»—
23727  MAT 15:25  Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.»
23729  MAT 15:27  Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.»
23736  MAT 15:34  Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Πόσους ἄρτους ἔχετε;» Οἱ δὲ εἶπον, «Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.»
23773  MAT 17:4  Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς· σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.»
23784  MAT 17:15  «Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
23817  MAT 18:21  Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπεν, «Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ· ἕως ἑπτάκις;»
23818  MAT 18:22  Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Οὐ, λέγω σοι, ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά.
23858  MAT 19:27  Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;»
23879  MAT 20:18  «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
23894  MAT 20:33  Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.»
23908  MAT 21:13  Καὶ λέγει αὐτοῖς, «Γέγραπται, ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,› ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε ‹σπήλαιον λῃστῶν.› »
23945  MAT 22:4  Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» ›
23957  MAT 22:16  Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
23965  MAT 22:24  λέγοντες· «Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
23970  MAT 22:29  Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
23977  MAT 22:36  «Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;»
24149  MAT 26:26  Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.»
24163  MAT 26:40  Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ;
24172  MAT 26:49  Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν.
24173  MAT 26:50  Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
24202  MAT 27:4  λέγων, «Ἥμαρτον, παραδοὺς αἷμα ἀθῷον.» Οἱ δὲ εἶπον· «Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.»
24227  MAT 27:29  Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες, «Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.»
24244  MAT 27:46  Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, «Ἠλί, Ἠλί, λιμὰ σαβαχθανί;» τοῦτ᾿ ἔστιν, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;»
24247  MAT 27:49  οἱ δὲ λοιποὶ ἔλεγον, «Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.»
24261  MAT 27:63  λέγοντες· «Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν, ἔτι ζῶν, ‹Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.›
24308  MRK 1:24  λέγων· «Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ—ὁ Ἅγιος τοῦ Θεοῦ.»
24334  MRK 2:5  Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.»
24353  MRK 2:24  Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, «Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;»
24389  MRK 3:32  Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε.»
24430  MRK 4:38  Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, «Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;»
24441  MRK 5:8  Ἔλεγεν γὰρ αὐτῷ, «Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.»
24467  MRK 5:34  Ὁ δὲ εἶπεν αὐτῇ· «Θύγατερ, ἡ πίστις σου σέσωκέν σε. Ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.»
24474  MRK 5:41  Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, «Ταλιθά, κοῦμι,» ὅ ἐστιν μεθερμηνευόμενον, «Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.»
24514  MRK 6:38  Ὁ δὲ λέγει αὐτοῖς· «Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε.» Καὶ γνόντες λέγουσιν, «Πέντε, καὶ δύο ἰχθύας.»
24526  MRK 6:50  πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησεν μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»
24560  MRK 7:28  Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.»
24612  MRK 9:5  Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς· σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.»
24624  MRK 9:17  Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν· «Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
24631  MRK 9:24  Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων, ἔλεγεν, «Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.»
24645  MRK 9:38  Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, «Διδάσκαλε, εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.»
24677  MRK 10:20  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.»
24681  MRK 10:24  Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· «Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
24685  MRK 10:28  Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.»
24690  MRK 10:33  ὅτι «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν·
24692  MRK 10:35  Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, «Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.»
24706  MRK 10:49  Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι. Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, «Θάρσει, ἔγειραι, φωνεῖ σε.»
24708  MRK 10:51  Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, «Τί θέλεις ποιήσω σοί;» Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, «Ῥαβουνί, ἵνα ἀναβλέψω.»
24730  MRK 11:21  Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· «Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.»
24756  MRK 12:14  Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ;
24761  MRK 12:19  «Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
24774  MRK 12:32  Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.
24787  MRK 13:1  Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· «Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.»
24845  MRK 14:22  Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.»
24859  MRK 14:36  Καὶ ἔλεγεν· «Ἀββᾶ, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκαι τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.»
24860  MRK 14:37  Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
24868  MRK 14:45  Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει αὐτῷ, «Ῥαββί, ῥαββί»· καὶ κατεφίλησεν αὐτόν.
24913  MRK 15:18  καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν, «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.»
24924  MRK 15:29  Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
24929  MRK 15:34  Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, «Ἐλωΐ, Ἐλωΐ, λιμᾶ σαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;»
24930  MRK 15:35  Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού, Ἠλίαν φωνεῖ.»
24931  MRK 15:36  Δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »
24990  LUK 1:28  Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.»
25022  LUK 1:60  Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, «Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.»
25076  LUK 2:34  Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· «Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον
25090  LUK 2:48  Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.»
25106  LUK 3:12  Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ καὶ εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, τί ποιήσομεν;»
25144  LUK 4:12  Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Εἴρηται, ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› »
25166  LUK 4:34  λέγων· «Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.»
25167  LUK 4:35  Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, «Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.» Καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον, ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.
25181  LUK 5:5  Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ, «Ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.»
25188  LUK 5:12  Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»