Wildebeest analysis examples for:   grc-grcf35   Word.»    February 11, 2023 at 18:39    Script wb_pprint_html.py   by Ulf Hermjakob

23234  MAT 1:21  Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.»
23240  MAT 2:2  λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.»
23246  MAT 2:8  Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, «Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ Παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.»
23251  MAT 2:13  Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι, μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό.»
23253  MAT 2:15  Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.»
23256  MAT 2:18  «Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.»
23258  MAT 2:20  λέγων· «Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ Παιδίου.»
23263  MAT 3:2  καὶ λέγων, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.»
23273  MAT 3:12  οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην· τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.»
23276  MAT 3:15  Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.» Τότε ἀφίησιν αὐτόν.
23278  MAT 3:17  Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.»
23281  MAT 4:3  Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.»
23287  MAT 4:9  Καὶ λέγει αὐτῷ, «Ταῦτα πάντα σοι δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.»
23294  MAT 4:16  ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.»
23295  MAT 4:17  Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.»
23297  MAT 4:19  Καὶ λέγει αὐτοῖς, «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.»
23412  MAT 7:27  Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.»
23416  MAT 8:2  Καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ, λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»
23417  MAT 8:3  Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς, λέγων, «Θέλω, καθαρίσθητι.» Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
23418  MAT 8:4  Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὅρα μηδενὶ εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαι τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.»
23420  MAT 8:6  «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.»
23421  MAT 8:7  Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.»
23423  MAT 8:9  Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ.»
23426  MAT 8:12  οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.»
23427  MAT 8:13  Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ, «Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι.» Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
23431  MAT 8:17  ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.»
23433  MAT 8:19  Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, «Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.»
23434  MAT 8:20  Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.»
23435  MAT 8:21  Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, «Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.»
23436  MAT 8:22  Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.»
23439  MAT 8:25  Καὶ προσελθόντες οἱ μαθηταὶ ἤγειραν αὐτὸν λέγοντες, «Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.»
23445  MAT 8:31  Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.»
23450  MAT 9:2  Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, «Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.»
23451  MAT 9:3  Καὶ ἰδού, τινὲς τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς, «Οὗτος βλασφημεῖ.»
23454  MAT 9:6  Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—τότε λέγει τῷ παραλυτικῷ, «Ἐγερθείς, ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»
23457  MAT 9:9  Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
23461  MAT 9:13  Πορευθέντες δὲ μάθετε τί ἐστιν, ‹Ἔλεον θέλω καὶ οὐ θυσίαν.› Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»
23465  MAT 9:17  Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.»
23466  MAT 9:18  Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων τις ἐλθὼν προσεκύνει αὐτῷ, λέγων ὅτι «Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται.»
23469  MAT 9:21  Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, «Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.»
23470  MAT 9:22  Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, «Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε.» Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23472  MAT 9:24  «Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.» Καὶ κατεγέλων αὐτοῦ.
23475  MAT 9:27  Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοί, κράζοντες καὶ λέγοντες, «Ἐλέησον ἡμᾶς, Υἱὸς Δαυίδ.»
23476  MAT 9:28  Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί· καὶ λέγει αὐτοῖς, «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.»
23477  MAT 9:29  Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.»
23478  MAT 9:30  Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, «Ὁρᾶτε μηδεὶς γινωσκέτω.»
23481  MAT 9:33  Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες ὅτι, «Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.»
23482  MAT 9:34  Οἱ δὲ Φαρισαῖοι ἔλεγον, «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.»
23486  MAT 9:38  Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.»
23528  MAT 10:42  Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.»
23534  MAT 11:6  Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»
23547  MAT 11:19  ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.› Καί, ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.»
23552  MAT 11:24  Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.»
23558  MAT 11:30  ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.»
23560  MAT 12:2  Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ, «Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.»
23566  MAT 12:8  Κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.»
23570  MAT 12:12  Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.»
23571  MAT 12:13  Τότε λέγει τῷ ἀνθρώπῳ, «Ἔκτεινον τὴν χεῖρα σου.» Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
23579  MAT 12:21  Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.»
23582  MAT 12:24  Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων.»
23595  MAT 12:37  Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.»
23596  MAT 12:38  Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.»
23603  MAT 12:45  Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα, πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.»
23608  MAT 12:50  Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.»
23617  MAT 13:9  Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»
23631  MAT 13:23  Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς—οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ· ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.»
23638  MAT 13:30  Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, «Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.»› »
23640  MAT 13:32  ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον πάντων τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.»
23641  MAT 13:33  Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.»
23643  MAT 13:35  ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.»
23644  MAT 13:36  Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ Ἰησοῦς. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, «Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.»
23658  MAT 13:50  καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.»
23659  MAT 13:51  Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Συνήκατε ταῦτα πάντα;» Λέγουσιν αὐτῷ, «Ναί, Κύριε.»
23660  MAT 13:52  Ὁ δὲ εἶπεν αὐτοῖς, «Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.»
23665  MAT 13:57  Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.»
23668  MAT 14:2  καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, «Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.»
23670  MAT 14:4  Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, «Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.»
23674  MAT 14:8  Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, «Δός μοι,» φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»
23681  MAT 14:15  Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν. Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.»
23682  MAT 14:16  Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.»
23683  MAT 14:17  Οἱ δὲ λέγουσιν αὐτῷ, «Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.»
23684  MAT 14:18  Ὁ δὲ εἶπεν, «Φέρετέ μοι αὐτοὺς ὧδε.»
23692  MAT 14:26  Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι «Φάντασμά ἐστιν.» Καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
23693  MAT 14:27  Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»
23694  MAT 14:28  Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν, «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.»
23696  MAT 14:30  Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.»
23699  MAT 14:33  Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»
23704  MAT 15:2  «Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.»
23713  MAT 15:11  Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος—τοῦτο κοινοῖ τὸν ἄνθρωπον.»
23716  MAT 15:14  Ἄφετε αὐτούς. Ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.»
23717  MAT 15:15  Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.»
23722  MAT 15:20  Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.»
23724  MAT 15:22  Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα· «Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.»
23725  MAT 15:23  Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.»
23726  MAT 15:24  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.»
23727  MAT 15:25  Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.»
23728  MAT 15:26  Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.»
23729  MAT 15:27  Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.»
23730  MAT 15:28  Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Γενηθήτω σοι ὡς θέλεις.» Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
23734  MAT 15:32  Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.»