23446 | MAT 8:32 | Καὶ εἶπεν αὐτοῖς, «Ὑπάγετε.» Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. |
23695 | MAT 14:29 | Ὁ δὲ εἶπεν, «Ἐλθέ.» Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. |
23794 | MAT 17:25 | Λέγει, «Ναί.» Καὶ ὅτε εἰσῆλθον εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· «Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον, ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» |
23883 | MAT 20:22 | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» Λέγουσιν αὐτῷ, «Δυνάμεθα.» |
23962 | MAT 22:21 | Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» |
24219 | MAT 27:21 | Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, «Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;» Οἱ δὲ εἶπον, «Βαραββᾶν.» |
24220 | MAT 27:22 | Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» Λέγουσιν αὐτῷ πάντες, «Σταυρωθήτω.» |
24221 | MAT 27:23 | Ὁ δὲ ἡγεμὼν ἔφη, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, «Σταυρωθήτω.» |
24273 | MAT 28:9 | Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων, «Χαίρετε.» Αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. |
24378 | MRK 3:21 | Καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι «Ἐξέστη.» |
24566 | MRK 7:34 | Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, «Ἐφφαθά,» ὅ ἐστιν, «Διανοίχθητι.» |
24574 | MRK 8:5 | Καὶ ἐπηρώτα αὐτούς, «Πόσους ἔχετε ἄρτους;» Οἱ δὲ εἶπον, «Ἑπτά.» |
24588 | MRK 8:19 | Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε;» Λέγουσιν αὐτῷ, «Δώδεκα.» |
24589 | MRK 8:20 | «Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;» Οἱ δὲ εἶπον, «Ἑπτά.» |
24696 | MRK 10:39 | Οἱ δὲ εἶπον αὐτῷ, «Δυνάμεθα.» Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· |
24718 | MRK 11:9 | Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» |
24758 | MRK 12:16 | Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Οἱ δὲ εἶπον αὐτῷ, «Καίσαρος.» |
24888 | MRK 14:65 | Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, «Προφήτευσον.» Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον. |
25872 | LUK 20:24 | Ἐπιδείξατέ μοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντες δὲ εἶπον, «Καίσαρος.» |
25968 | LUK 22:35 | Καὶ εἶπεν αὐτοῖς, «Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;» Οἱ δὲ εἶπον, «Οὐδενός.» |
26134 | JHN 1:21 | Καὶ ἠρώτησαν αὐτόν, «Τί οὖν, Ἠλίας εἶ σύ;» Καὶ λέγει, «Οὐκ εἰμί.» «Ὁ Προφήτης εἶ σύ;» Καὶ ἀπεκρίθη, «Οὔ.» |
26662 | JHN 12:13 | ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ. Καὶ ἔκραζον· «Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Βασιλεὺς τοῦ Ἰσραήλ.» |
26922 | JHN 19:28 | Μετὰ τοῦτο, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει, «Διψῶ.» |
26924 | JHN 19:30 | Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, «Τετέλεσται.» Καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα. |
26952 | JHN 20:16 | Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Μαρία.» Στραφεῖσα ἐκείνη, λέγει αὐτῷ, «Ῥαβουνί» (ὃ λέγεται, Διδάσκαλε). |
26972 | JHN 21:5 | Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, «Παιδία, μήτι προσφάγιον ἔχετε;» Ἀπεκρίθησαν αὐτῷ, «Οὔ.» |
27295 | ACT 9:10 | Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, «Ἀνανία.» Ὁ δὲ εἶπεν, «Ἰδοὺ ἐγώ, Κύριε.» |
27331 | ACT 10:3 | Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, «Κορνήλιε.» |
27421 | ACT 12:15 | Οἱ δὲ πρὸς αὐτὴν εἶπον, «Μαίνῃ.» Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, «Ὁ ἄγγελος αὐτοῦ ἐστιν.» |
27799 | ACT 22:27 | Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, «Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ;» Ὁ δὲ ἔφη, «Ναί.» |
30862 | REV 6:1 | Καὶ εἶδον ὅτι ἤνοιξεν τὸ Ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς, «Ἔρχου.» |
30864 | REV 6:3 | Καὶ ὅτε ἤνοιξεν τὴν δευτέραν σφραγῖδα ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, «Ἔρχου.» |
30866 | REV 6:5 | Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, «Ἔρχου.» Καὶ εἶδον καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. |
30868 | REV 6:7 | Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος, «Ἔρχου.» |
31040 | REV 16:17 | Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, «Γέγονεν.» |